1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

44

πολὺ παρατείνειν αὐτῷ τὰς συμφοράς, μήπως τις αὐτῷ καὶ ὀκλασμὸς γένηται καὶ ἐξατονήσῃ. εἰ γὰρ καὶ ὄρος, φησίν, καὶ πέτρα τῷ χρόνῳ παλαιοῦται 134 καὶ πίπτει, καὶ τοὺς λίθους τοὺς στερροτάτους λεαίνει ἡ συχνὴ τῶν ὑδάτων ἐπιρροὴ καὶ τὰ ἀνεστηκότα τῆς γῆς χώματα ἡ τῶν ὑδάτων φορὰ κατακλύζει καὶ ὑπτία ἀπεργάζεται, δέος, μὴ τῇ συνεχείᾳ τῶν πειρασμῶν καὶ τῷ μήκει τοῦ χρόνου πάθω τι κἀγὼ τῶν ἀβουλήτων, καὶ ἀπείπω πρὸς τὰς συμφοράς. τὸ δὲ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας τοῦτο σημαίνει, ὅτι ἐκτὸς τῆς ἄνωθεν βοηθείας ἄνθρωπος οὐδέν ἐστιν οὐδὲ τὰς τῶν πειρασμῶν νιφάδας ὑπομεῖναι δύναται. 14, ὤσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο, ἐπέστησας αὐτῷ τὸ πρόσωπόν σου καὶ ἐξαπέστειλας. πάλιν περὶ τῆς οὐδενίας τοῦ ἀνθρώπου πρὸς θεὸν ἀποδύρεται. ὡς γὰρ ἐπὶ ἀνέμου καὶ χοὸς ἤ τινος τῶν κουφοτάτων, ἐάν, φησίν, μόνον ὠθήσῃς αὐτὸν ἢ ἐπιστήσῃς αὐτῷ τὸ πρόσωπόν σου ἀπειλητικῶς, εὐθέως ἀποστέλλεται καὶ οἴχεται, ἀντὶ τοῦ· ἀποθνήσκει. 14, 2122 πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ εἶδεν, ἐὰν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται, ἀλλ' ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν. τί δέ, φησίν, ὄφελος ἀνθρώπῳ ἐν ὀδύναις ζήσαντι καὶ ἐν πένθει ψυχῆς ἐκ τῶν μετ' αὐτὸν ἐσομένων; κἄν τε γὰρ εἰς πλῆθος ἐκταθῇ αὐτοῦ ἡ γονή, κἄν τε εἰς ὀλίγους περιστῇ, αὐτὸς ἅπαξ ἀποθανὼν ἀγνοεῖ. ἠρέμα δὲ πάλιν ἡμᾶς διδάσκει, μὴ μέγα οἴεσθαι τὴν εὐπαιδίαν καὶ πολυπαιδίαν. τῷ γὰρ ἅπαξ ἀποθνήσκειν μέλλοντι τούτων οὐδὲν ὄφελος. τὸ δὲ ὀλιγοχρόνιον πρὸς παραίτησιν καὶ ἱκεσίαν προεβάλετο. 135 ΚΕΦΑΛΑΙΟΝ ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματι καὶ ἐνέπλησε πόνον γαστρός; Προθεωρία τοῦ κεφαλαίου τοῦ Ἰὼβ προοιμιασαμένου καὶ εἰρηκότος· πότερον ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἐστιν, εὐθὺς ὁ Ἐλιφὰζ πρὸς τοῦτο ἱστάμενός φησι πρὸς τὸν Ἰὼβ ὅτι· οὐδέποτε ὁ σοφὸς ἐπιδεικτικῶς τὴν ἑαυτοῦ προάγει σοφίαν, ὅπερ σὺ πεποίηκας καίτοι γε οὐδὲν ἀναγκαῖον εἰρηκώς, ὥστε ἐκ τῶν σῶν ῥημάτων καὶ ἄσοφος καὶ ἄφοβος ὢν δείκνυσαι. εἰπὲ γάρ, ὦ οὗτος· πρὸ πάντων ἀνθρώπων γέγονας ἢ καὶ πρὸ αὐτῆς τῆς κτίσεως ἢ μύστης τῆς τοῦ θεοῦ σοφίας κατέστης, ὅτι σαυτῷ ἀποδίδως; πῶς δὲ καὶ ἐτόλμησας εἰπεῖν ὅτι· ἄμεμπτός εἰμι καὶ δίκαιος ἀναφανοῦμαι, ὅπουγε οὔτε ἄγγελοι οὔτε οὐρανὸς μήτιγε καὶ ἄνθρωπος ἀκάθαρτος δύνανται εἶναι καθαροὶ πρὸς τὴν τοῦ θεοῦ καθαρότητα; μάνθανε τοίνυν παλαιὸν καὶ ἀληθῆ λόγον, ὅτι δι' ἁμαρτίας τοῖς ἀνθρώποις αἱ κολάσεις ἐπηνέχθησαν. 136 εἶτα λέγει καὶ τὰ τοῖς ἀσεβέσιν ἴσως συμβαίνοντα· καὶ ἀληθὴς μὲν ὁ λόγος, ὅτι δι' ἁμαρτίας αἱ κακώσεις· πλὴν οὐ πάντως ἀνταποδοτικῶς ἐπιφέρονται, ἀλλ' ἐσθότε καὶ γυμναστικῶς, ἵνα δοκιμασθῶσιν οἱ δίκαιοι, ὥστε μὴ μετὰ τῆς προσηκούσης διαιρέσεως ταῦτα εἰρηκὼς ὁ Ἐλιφὰζ πάλιν ἔπληξε τὸν Ἰὼβ συντάξας αὐτὸν τοῖς δι' ἁμαρτίαν κολαζομένοις. θεώρει δέ, ὡς ἐν κόσμῳ ποιοῦνται τοὺς διαλόγους καὶ τοῦ ἑνὸς λαλοῦντος οἱ ἕτεροι σιωπῶσιν ἀντιπαραχωροῦντες ἀλλήλοις τὰς διαλέκτους καὶ οὐκ ἐπιδεικτικῶς τοὺς ἑαυτῶν διὰ μέσου παρεμβάλλοντες λόγους, ἀλλ' ἕκαστος ἀναμένει, ἕως ἂν ὁ λέγων πληρώσῃ. χρὴ οὖν καὶ ἡμᾶς ἐκ ταύτης τῆς εἰκόνος, ὅταν τις λαλῇ, περιμένειν τοῦ λόγου τὸ πέρας καὶ μὴ φανητιῶντας διακόπτειν τὰ λεγόμενα μήτε μετ' ἐπιδείξεως τοὺς οἰκείους προφέρειν λόγους, ἀλλ' ἐν κόσμῳ καὶ μετὰ τάξεως, ὡσπεροῦν καὶ ὁ μακάριος Ἰὼβ καὶ οἱ αὐτοῦ φίλοι ἀσυγχύτους τὰς διαλέξεις ἐποιήσαντο. τοῦτο καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἐν ἐκκλησίᾳ προφητεύουσιν ἐπέταττε ποιεῖν· ἐὰν δέ, φησίν, ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ ὁ πρῶτος σιγάτω. δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν, ὁμοῦ καὶ τάξιν ἐπιτιθεὶς τοῖς προφητεύουσι καὶ τὸ ἀσύγχυτον τοῖς λεγομένοις φυλάττων. καὶ πνεύματα, γάρ φησιν, προφητῶν προφήταις ὑποτάσσεται, ὥστε δεῖ καὶ ἀκενοδόξως ποιεῖσθαι τὴν προφορὰν τῶν λόγων. διὰ τοῦτο τοιγαροῦν πάλιν ὁ Ἐλιφὰζ πρὸς τὸν Ἰὼβ ἀποκρίνεται. 137 ἐπειδὴ