1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

77

συνεκεράσθησαν. ἐκ δὲ ταύτης τῆς κατανοήσεως ἐπὶ τὴν θεοσέβειαν ὁδεύοντες πάντων αὐτὴν προτιμήσωμεν πεπεισμένοι σαφῶς, ὡς οὐδὲν μὲν αὐτῇ τῶν τιμίων ἀντιπαραβάλλεται, αὐτὴ δέ ἐστιν ἡ ὄντως σοφία καὶ ἐπιστήμη ἐκ θεοῦ χορηγουμένη ἀνθρώποις. εἰ δὲ ταῦτα θαυμαστὰ καὶ ἀξιάγαστα, τί ἄν τις νοήσαι {δύναται} περὶ τῆς οὐσιώδους σοφίας, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, τοῦ ἐκ τῶν πατρικῶν ἀχρόνως ἀναλάμψαντος κόλπων, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὡς ὁ ἱερὸς ἀπόστολος ἔφη. 242 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ· τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; Προθεωρία τοῦ κεφαλαίου θαυμασίως τοῦ Ἰὼβ τὰ περὶ δυνάμεως θεοῦ καὶ σοφίας ἐξηγησαμένου καὶ διδάξαντος, ὡς πάντων τιμίων ἡ σοφία τιμιωτέρα καὶ σοφὸς ἐκεῖνος ὁ θεοσεβὴς καὶ ἄκακος, οἱ μὲν φίλοι πάλιν ἡσύχασαν οὐδὲν ἀντιλέγειν ἔχοντες πρὸς τὰ εἰρημένα. διὸ πάλιν ὁ Ἰὼβ ἐξ ἑτέρας ἀρχῆς ποιεῖται τὸν λόγον ἐρῶν μὲν γενέσθαι ἐν τῇ πρώην εὐδαιμονίᾳ καὶ ὑπὸ τὴν ἐπισκοπὴν καὶ ἐποπτικὴν τοῦ θεοῦ δύναμιν, ἐκδιδάσκων δέ, ὡς ἀξιέραστον ὁ θεόσδοτος πλοῦτος ἐλεημοσύνῃ συμπεπλεγμένος καὶ ἐπαινετὸν ἡ περιφάνεια δικαιοσύνῃ συγκεκραμένη. ὕλη γὰρ τὰ πράγματα τῷ φιλοσόφῳ πρόκεινται λογισμῷ, οἷς ἐάν τις κέχρηται κατὰ τὸ τοῦ λόγου βούλημα, θεοσεβὴς ὁμοῦ καὶ φιλόθεος καὶ μακαριστὸς ἀναδείκνυται. πολλὰ δὲ τῶν φίλων αὐτὸν ἐπ' ἀσεβείᾳ καὶ ἀδικίᾳ διαβεβληκότων τῶν ἰδίων ἀνδραγαθημάτων ποιεῖται κατάλογον μονονουχὶ λέγων, ὅπερ ὕστερον ὁ ἀπόστολος ἔφη· γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. εἰ γὰρ καὶ γέγραπται· ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὰ σὰ χείλη, ἀλλὰ μάλιστα μὲν τοὺς τελείους 243 πρὸς τοὺς τοιούτους ἐξάγει λόγους ἡ ἀνάγκη πολλάκις ἀπαθῶς καὶ ἀτύφως τὰ καθ' ἑαυτοὺς ἐξηγουμένους. οἰκονομεῖ δὲ καὶ θεὸς ταῦτα οὕτω γίνεσθαι πρὸς οἰκοδομὴν ἡμετέραν, ἵνα τῶν ἁγίων ἀνδρῶν τοὺς βίους ἀπεξεσμένας εἰκόνας ἀρετῆς ἔχοντες καὶ πρὸς αὐτὰς ἐνατενίζοντες τὸν ἡμέτερον ῥυθμίζωμεν βίον. ἐκτραγῳδεῖ δὲ καὶ τὰ καθ' ἑαυτόν, ἵνα ἡμεῖς ἐν ταῖς περιστάσεσι πρὸς τὰ τοῦ Ἰὼβ παθήματα βλέποντες παραμυθώμεθα. διδάσκει δὲ καὶ δόγμα κάλλιστον τὸ μὴ δεῖν ἑαυτὸν ἐξάγειν τοῦ σώματος διὰ τὸν συνδήσαντα θεὸν τὴν ψυχὴν τῷ σώματι. πάλιν δὲ οὐχ, ὅτι δίκαιός ἐστι καὶ πάσχει, προστίθεται τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ ταλανίζει τούτους· καὶ ἐφεξῆς κατάλογον ποιεῖται τῶν οἰκείων κατορθωμάτων εἰς ἡμετέραν διδασκαλίαν τε καὶ ὠφέλειαν. ταῦτα εἰρηκὼς ὁ Ἰὼβ τὸν λόγον κατέλυσεν· ἡσύχασαν δὲ καὶ οἱ φίλοι μηδὲν ἀντιλέγειν ἔχοντες πρὸς τὰ εἰρημένα. συνηπίσταντο γὰρ καὶ αὐτοὶ τῷ δικαίῳ τὰ κατορθώματα. ἦν γάρ, φησίν, Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν. Αἱ λέξεισ 29, 2 τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; θείαν ἐπισκοπὴν λέγει καὶ φυλακὴν οὐ μόνον τὴν εὐπαιδίαν καὶ τοῦ πλούτου τὴν περιουσίαν, ἀλλ' ὅτι καὶ ἐν τοσαύτῃ περιφανείᾳ τὸ δίκαιον ἄκρως ἐφύλαξεν ὑπὸ τῆς ἐπισκοπῆς τοῦ θεοῦ φρουρούμενος. διὸ καὶ ἐν ἐκείνοις εὔχεται γενέσθαι οἷα φιλόθεος ὑπὸ τῆν τοῦ θεοῦ σκέπην εἶναι ποθῶν. 244 29, 3 ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. λύχνος τοῖς ποσί μου ὁ νόμος σου, ἔφη που ψάλλων ὁ μελωδός. ὁ θεῖος οὖν νόμος καὶ λόγος ἐν διανοίᾳ τοῦ Ἰὼβ ὑπὸ τοῦ θεοῦ λαλούμενοςοὔπω γὰρ ἦν ὁ γραπτὸς νόμοςπαρεσκεύασεν αὐτὸν ἐν τῇ σκοτομήνῃ τοῦδε τοῦ βίου ὡς ἐν φωτὶ πορεύεσθαι καὶ τὰς κατ' ἀρετὴν ἐκτελεῖν πράξεις οἷά τις λύχνος ὑπὲρ κεφαλῆς τουτέστιν ἄνωθενλάμπων καὶ ἀσφαλῆ τὴν πορείαν παρέχων ποιεῖσθαι τοῖς διοδεύουσιν. φησὶν οὖν ὅτι· καὶ πᾶσι τοῖς ἀνθρωπίνοις ἐκόμων ἀγαθοῖς καὶ ἀσφαλῶς τὰς κατ' εὐσέβειαν ὥδευον τρίβους τῷ θείῳ φωτὶ καταλαμπόμενος. 29, 4 ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς. ὅτε πανταχόθεν ἔβριθον καὶ ὥσπερ τὰ εὔκαρπα φυτὰ κατεβαρούμην τοῖς ἀγαθοῖς διὰ πάσης ὁδοῦ, τοῦτο μὲν τοῖς ἔξωθεν, τοῦτο δὲ καὶ ταῖς κατ' εὐσέβειαν πράξεσιν, οὐ