1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

114

ζῶντας ἂν κατέπιον ἡμᾶς κατὰ τὴν τοῦ μεγαλογράφου φωνήν. χόρτον δὲ ἐσθίειν λέγονται διὰ τὸ τοῖς φθαρτοῖς καὶ προσκαίροις τοῦδε τοῦ βίου ἐνηδύνεσθαι καὶ διὰ τούτων τοὺς ἀνθρώπους ἐξαπατᾶν, ἅτινα ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. 40, 16 ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπ' ὀσφύι. τοῦ θηρίου, φησίν, ἡ δύναμις ἐν τῇ πορνείᾳ· τὸ πρόσωπον δὲ σωματοποιῶν τοῦ Σατανᾶ ἐκ τῶν δυνάμεων αὐτοῦ διαγράφει τοῦτον· ἐπειδὴ οὖν ἐν τῇ ὀσφύι τὰ σπέρματα, ἐν τῇ πορνείᾳ, φησίν, ἡ ἰσχὺς αὐτοῦ. 40, 16 ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός. ὅτι ἀπὸ πορνείας ἡ γυνὴ κατὰ γαστρὸς φέρει, καὶ ὅτι εἰς γα 361 στριμαργίαν ἐκμαίνει. ἤκουσα δὲ καὶ ἄλλου τινὸς ἐξηγουμένου· ὁ ὀμφαλός, φησίν, ἐν μέσῳ κεῖται τοῦ παντὸς σώματος· ἐν μέσῳ οὖν αὐτοῦ πέπηκται ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀκλινής ἐστι πανταχόθεν μόνον κακὸς ὢν καὶ μηδέποτε ῥέπων εἰς ἀγαθόν. 40, 17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον. οὐρὰ τὸ τέλος, κυπάρισσος δὲ ξύλον ἰταμόν. ἐπιμένει, οὖν φησιν, μέχρι τέλους ἰταμευόμενος. καὶ ἄλλως δὲ οἱ διάκονοι αὐτοῦ οὐρὰ καλοῦνται. εἴρηται γὰρ ἐν τῷ Νόμῳ· ἔσῃ οὖν εἰς οὐρὰν καὶ οὐκ εἰς κεφαλήν. καὶ αὐτοὶ οὖν οὗτοι ἑπόμενοι αὐτῷ μετασχηματίζονται εἰς ἀγγέλους φωτός· οἱ γὰρ ἅγιοι κυπάρισσοι λέγονται διὰ τὸ εὐῶδες ὡς ἐν τῷ Ἄισματι· φατνώματα ἡμῶν κυπάρισσοι. προσποιεῖται οὖν ἡ οὐραγία τοῦ Σατανᾶ εἶναι κυπάρισσος οὐκ οὖσα. 40, 17 τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται. νεῦρα αὐτοῦ ἡ πανουργία αὐτοῦ· συμπλοκῆς γέμει καὶ δυσδιάλυτός ἐστιν. εἰσὶ δὲ καί τινες ἄνθρωποι ὥσπερ μέλη ὄντες τοῦ Σατανᾶ καὶ νεῦρα αὐτοῦ συμπεπλεγμένα. ὁ τοὺς τούτων τῶν ἀνθρώπων δόλους διαλύων ἐπλήρωσε τὰ τοῦ Ἠσαίου λέγοντος· λύε πάντα σύνδεσμον ἀδικίας καὶ διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. 40, 18 αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι. 362 πλευραὶ οἱ δόλοι, αἱ πανουργίαι, αἱ μηχαναί, ὅτι πλάγιαί εἰσιν αἱ πλευραὶ ὥσπερ αὐτοῦ τὰ νοήματα σκολιὰ καὶ πλάγια. καὶ ἄλλως δέ, ὥσπερ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ἡ γυνὴ γέγονε καὶ ἐθεώρησεν αὐτὴν ὁ μυσταγωγὸς ἀπόστολος εἰς τὴν ἐκκλησίαν εἰρηκώς· τὸ μυστήριον τοῦτο μέγα ἐστιν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, οὕτω πλευραὶ νοοῦνται τοῦ Σατανᾶ αἱ πάντων τῶν αἱρετικῶν συναγωγαί. χάλκειαι δὲ ἢ διὰ τὸ ἰταμῶς ἀνθίστασθαι τῇ ἀληθείᾳ, ἢ ἐπειδήπερ ὁ χαλκὸς στίλβων ἔοικε τῷ χρυσῷ, νοῦς δὲ ὁ χρυσὸς θεωρεῖται. δοκοῦσι δὲ καὶ οἱ αἱρετικοὶ ἔχειν τινὰ νοῦν, ἀλλ' οὐκ ἀληθινὸν οὐδὲ νοῦν κυρίου, γνῶσιν δὲ μᾶλλον ψευδώνυμον. 40, 18 ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. τὰ ἀπορρινήματα τοῦ σιδήρου χωνευόμενα γίνονται σκεῦος ἀήττητον. ἔστι δὲ ἡ ῥάχις σύνδεσμος πάντων τῶν μελῶν. σημαίνεται τοίνυν διὰ ταύτης τὸ περιεκτικὸν πάντων τῶν παθῶν, ἐξ ἧς τὰ πάντα φύονται. καὶ ἄλλως δέ, ἐπειδήπερ τὰ ζῷα ἐπὶ τοῦ νώτου ἀχθοφοροῦσιν, τὸ ἰσχυρὸν αὐτοῦ διὰ τῆς ῥάχεως ἐσήμανεν. ὥσπερ δὲ μέλη Χριστοῦ λέγονται οἱ τοιοίδε τῆς ἐκκλησίας ἄνδρες κατὰ τὴν ἑκάστου ἀναλογίαν, καὶ ὁ μέν τίς ἐστιν ὀφθαλμός, ὁ δὲ ποὺς καὶ τὰ λοιπά, οὕτω καὶ οἱ τὰ τοῦ Σατανᾶ πράττοντες ἀναλόγως τῇ ἑαυτῶν πανουργίᾳ μέ 363 λη νοοῦνται τοῦ δράκοντος. 40, 19 τοῦτό ἐστιν ἀρχὴ πλάσματος κυρίου. οἱ μέν φασιν, ὅτι πρῶτον τοῦτον ἔκτισεν ὁ θεός· οἱ δὲ φεύγοντες εἰπεῖν, ὅτι τὸ πρῶτον ποίημα τοῦ θεοῦ τὴν τροπὴν ὑπέμεινεν, φασίν, ὅτι οὐ πρῶτος μὲν γέγονεν, τὴν πρώτην δὲ ἀρχὴν παρ' ἀγγέλοις εἶχεν εἷς τῶν πρώτων ἀρχόντων τυγχάνων κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε, καὶ ἐξώσθη ὡς χεῖρας ἀντάρας τῷ θεῷ. ἄλλοι δὲ λέγουσι πλάσμα εἶναι θεοῦ τὸν ἄνθρωπον, ἄρχειν δὲ τῶν ἀνθρώπων ὑπὸ τοῦ θεοῦ τετάχθαι τὸν διάβολον, μὴ εἰς δέον δὲ χρησάμενον τῇ ἀρχῇ αὐτόν τε ἀποστῆναι θεοῦ καὶ τοὺς ἀνθρώπους πεῖσαι τὸ αὐτὸ τοῦτο ποιεῖν· καὶ συγκέχρηνται τῷ ἀποστόλῳ λέγοντι· κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος τούτου. ἕτεροι δὲ λέγουσι μὴ ὑπὸ θεοῦ αὐτὸν τῶν ἀνθρώπων τὴν ἡγεμονία εἰληφέναι, ἀλλὰ τοὺς ἀνθρώπους προαιρετικῶς διὰ τὰ πάθη καὶ τὰς ἡδονὰς ἑαυτοὺς ὑπαγαγεῖν τῷ τυραννικῷ τοῦ διαβόλου ζυγῷ, ὃ δή, φη