1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

59

21, 2 ἀκούσατέ μου, ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ' ὑμῶν αὕτη ἡ παράκλησις. ἀκούσατε, φησίν, ὧν ἐρεῖν μέλλω, ὡς ἂν γνῶτε μὴ παρακλήσεως, ἀλλ' ἀγνοίας προκομίσαντες λόγους. 21, 3 ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτα οὐ καταγελάσατέ μου. ὀρθώσατέ με ἐκ τῆς κατακλίσεώς μου. ἢ καὶ ἄρατέ με ἀντὶ τοῦ· βαστάσατέ με λαλοῦντα, ἀνάσχεσθέ μου τῶν λόγων. οὐ γὰρ γελάσετε τὰ λεγόμενα. 21, 4 τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; καὶ διὰ τί οὐ θυμωθήσομαι; 183 εἰς ὀργήν με, φησίν, ἐκκαλεῖσθε τοιαῦτά μου καταψευδόμενοι, ἐπεὶ τίς ἀνθρώπων ἐλέγξαι με δύναται ἅρπαγα γεγονότα ποτὲ ἢ ἀσεβῆ καὶ τῶν ἀλλοτρίων ἐραστήν, ὡς ὑμεῖς κατηγορήσατε; ἢ καὶ τοῦτο λέγει, ὅπερ ὕστερον ὁ ἀπόστολος ἔφη· ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. καὶ διὰ τοῦτο εἰς ὀργὴν κινοῦμαι, ὅτι τὸ σαφὲς οὐκ εἰδότες τὴν θείαν προλαμβάνετε κρίσιν. 21, 5 εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι. οἱ μεθ' ἡσυχίας ἀκούοντες ὡς τὰ πολλὰ τὸν ἀγκῶνα τῷ μηρῷ προσερείσαντες καὶ τῇ χειρὶ τὸ πρόσωπον ἐπανακλίναντες τοῖς λεγομένοις τὸν νοῦν προσέχουσιν. λέγει οὖν ὅτι· μεθ' ἡσυχίας καὶ προσοχῆς ἀκούσατέ μου, ἵνα θαυμάσητε τὰ λεγόμενα. 21, 6 ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα· ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. μετὰ σπουδῆς δὲ ἐρῶ καὶ συντόμως ἐπιμνησθήσομαι τῶν μελλόντων ῥηθήσεσθαι· οὐ γὰρ ἐῶσιν ἐμφιλοχωρῆσαι τῷ λόγῳ αἱ πολιορκοῦσαι τὰς σάρκας μου βάσανοι. 21, 7 διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; ἐπειδήπερ οἴεσθε σοφοί τινες εἶναι καί φατε τοὺς ὑπὲρ ἀσε 184 βείας ἐκτίνοντας δίκας τοιαύταις ἐπιπεσεῖν συμφοραῖς, ἐρωμένῳ φράσατε, πόθεν πολλοὶ πολλάκις ἀσεβεῖς οὐ μόνον ζῶσιν, ἀλλὰ καὶ καταγηρῶσιν ἐν πλούτῳ. 21, 8-11 ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ· μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ' αὐτοῖς. ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν. μένουσι δὲ ὡς πρόβατα αἰώνια. κομῶσιν αὐτοῖς τὰ λήια, ἥδονται τοῖς τέκνοις, εὐθηνοῦσιν, οὐδένα διευλαβοῦνται, οὐ δέχονται πληγὴν θεήλατον. ἡ γεωργικὴ βοῦς οὐκ ὠμοτόκησεντουτέστιν· οὐ νεκρὸν καὶ ἀτελῆ γονὴν ἤνεγκε, αἱ παρ' αὐτοῖς γυναῖκες ἀμβλωθρίδιον οὐκ ἐξέτρωσαν. μένουσι δὲ ἐν ταῖς εὐπραγίαις ὥσπερ πρόβατα, ἀντὶ τοῦ· ἀμέριμνοι. αἰώνια δὲ οἱονεὶ θείας τινὸς καὶ ἀθανάτου μοίρας ἐπειλημμένοι, ἵνα εἴπῃ· τῆς τληπαθείας τῆς ἀνθρωπίνης ἔξω. 21, 11-14 τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. λέγει δὲ κυρίῳ· ἀπόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. ἄλλη πατέρων εὐδαιμονία τῶν παίδων ἡ εὐφροσύνη. ἀλλὰ καὶ συντελευτῶσιν, φησίν, τοῖς ἀγαθοῖς συνεκτεινομένην ἔχοντες τῷ παντὶ βίῳ τὴν εὐπραγίαν, καὶ ταῦτα προφανῶς θεομαχοῦντες καὶ ἀφιστάμενοι τοῦ θεοῦ καὶ ἀνερυθριάστως λέγοντες πρὸς αὐτόν· ὁδούς σου εἰδέναι οὐ βουλόμεθα, ἀντὶ τοῦ· τὰς ἐντολάς σου. 185 21, 1416 τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ, καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ; ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. ὡς ἐκ προσώπου τῶν ἀσεβῶν οἱ λόγοι. τί πλέον ἰσχύει, φησίν, θεόςτοῦτο γὰρ σημαίνει τὸ ἱκανόςδοῦναι ἡμῖν, ἵνα δουλεύσωμεν αὐτῷ καὶ ἀπαντήσωμεν, τουτέστιν· εἰς τὴν αὐτοῦ προσκύνησιν ἔλθωμεν ὡς οἱ τοῖς ἐνδόξοις προσώποις προανιστάμενοι καὶ τιμῆς χάριν εἰς ἀπάντησιν ἐρχόμενοι. ἔχομεν οὖν, φασίν, ταῦτα χερσίν, οἴκοθεν κτώμεθα τὰ ἀγαθά· τί πλέον ἡμᾶς ὠφελῆσαι δύναται θεός; τὸ δὲ ἔργα ἀσεβῶν οὐκ ἐφορᾷ πάλιν ἐξ αὐτῶν ὁ λόγος φασκόντων· ταῦτα θεὸς ἐφορᾷ; εἰς ταῦτα καταγίνεται; οὐδὲν αὐτῷ μέλει τῶν παρὰ ἀνθρώποις πραττομένων. 21, 17 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται. ἀλλ' ὥσπερ, φησίν, ὁρῶμεν μέχρι τέλους εὐπαθήσαντας ἀσεβεῖς, ὁρῶμεν καὶ ἑτέρους ὁμοίως ἀσεβεῖς, ὧν ἀπεσβέσθη ἡ τοῦ βίου λαμπρότης. 21, 1718 ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες αὑτοῖς