1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

82

πτωχείας. στένων πορεύομαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. προκατέλαβέ με ἡ πτωχεία, καὶ ἄνευ φιμοῦ αἰσθητοῦ ὑπὸ τῶν ὀδυνῶν πιεζόμενος λαλεῖν οὐ δύναμαι· ποτὲ δὲ καὶ πλήθους περιεστηκότος ἀναγκάζομαι κράζειν. ταῦτα δὲ φιλεῖ συμβαίνειν τοῖς ὀδυνωμένοις, τὸ καὶ ἐπέχεσθαι τὴν φωνὴν ὑπὸ τῆς ἀνίας καὶ αὖ πάλιν ἀναβοᾶν νυττομένους ὑπὸ τῶν ἀλγηδόνων. τὸ δὲ ἕστηκα ἐν ἐκκλησίᾳ κεκραγὼς δύναται νοεῖσθαι κατὰ τὸ εἰρημένον τῷ ἀποστόλῳ ὅτι· θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 30, 29 ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. ὁ Σύμμαχος _σ_τ_ρ_ο_υ_θ_ο_κ_α_μ_ή_λ_ω_ν ἐκδέδωκεν. σειρῆνας δὲ λέγει ἢ ᾠδικοὺς ὄρνεις ἢ ἀνθρωπόμορφα δαιμόνια. φησὶ δὲ ταῦτα ὡς ἔξω πόλεως καὶ αἴθριος κείμενος. 30, 30 τὸ δέρμα μου ἐσκότωται μεγάλως. μελανθὲν ὑπὸ τῆς νόσου ἢ καὶ τοῦ ἡλίου. 258 30, 30 τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. συνεφρύγησαν δηλονότι. 30, 31 ἀπέβη δὲ εἰς πένθος μοῦ ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. ἐστράφη δέ μοι τὰ τῆς εὐφροσύνης εἰς πένθος. ταῦτα δέ φησιν εἰς οἶκτον τὸν θεὸν ἐκκαλούμενος. 31, 1 διαθήκην δὲ διεθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον. εὐαγγελικὴν ἀκρίβειαν ἐφύλαττε πρὸ νόμου τυγχάνων. ἐπειδὴ γὰρ ὁ ἐμβλέψας εἰς γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν, ἐπαιδαγώγει τὸν ὀφθαλμὸν εἰς τὸ μὴ τὰς ὥρας τῶν παρθένων περιεργάζεσθαι. 31, 2 καὶ τί ἐμέρισεν ὁ θεὸς ἐπάνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστου; διὰ τί οὖν, φησίν, μετὰ τοσαύτην ἀκρίβειαν τοιαύτην μοι μερίδα καὶ κληρονομίαν ὁ δυνατὸς καὶ ὕψιστος θεὸς ἐπεμέρισε, τοὺς λόγους ἀγνοῶ. 31, 3 οὐαί, ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀλλοτρίωσις τῷ ποιοῦντι ἀνομίαν. ὅτι μὲν οἶδεν οὐ δι' ἁμαρτίας πάσχων ὁ Ἰώβ, πρόδηλον, καὶ ἀληθής γε ἡ ὑπόνοια· πεῖρα γὰρ ἦν ἀρετῆς, οὐ κακῶν ἀνταπόδοσις. πλὴν οὐ διὰ τοῦτο προστίθεται τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ ταλανίζει τούτους τὸ οὐαὶ αὐτοῖς ἐπιλέγων, τὴν ἀπώλειαν καὶ τὴν ἐκ θεοῦ ἀλλοτρίωσιν. 259 31, 4 οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται; καίτοιγε οὐδὲν τῶν κατ' ἐμὲ θεὸς ἠγνόησεν οὐδὲ μέχρι τῶν ψιλῶν κινημάτων. 31, 5 εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν. σημείωσαι, ὡς ἁμαρτίαν λέγει εἶναι τὸ συνεῖναι γελοιασταῖς. διὸ καὶ τὴν εὐτραπελίαν αἴρεσθαι ἀφ' ἡμῶν ὁ θεῖος ἀπόστολος παραινεῖ. 31, 5 εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον. ὁ ποὺς ὁ τῆς ψυχῆς. λέγει δὲ ὅτι· οὐκ ἐκινήθην ποτὲ εἰς τὸ δόλῳ χρήσασθαι κατά τινος. 31, 6 ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, {καὶ} εἶδεν δὲ κύριος τὴν ἀκακίαν μου. ταῦτα καὶ ἡ γραφὴ προσεμαρτύρησεν αὐτῷ λέγουσα· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄκακος δίκαιος θεοσεβής. 31, 7 εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ αὐτοῦ. τῆς κατ' εὐσέβειαν δηλονότι. 31, 7 εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου. φησὶν ὁ Ἰωάννης ὅτι· πᾶν τὸ ἐν κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου. λέγει οὖν ὅτι· οὐδέποτε προσσχὼν καὶ ἐπαινέσας ἐπεθύμησα. ἀπαθείας δὲ τοῦτο, ἐπαινεῖν μὲν τὰ ἐν κόσμῳ ἐπαί 260 νου ἄξια οἷον συμμετρίαν σωμάτων καὶ ἀναλογίας καὶ μίξεις χρωμάτων καὶ λίθων αὐγὰς καὶ χάριτας, μὴ πίπτειν δὲ αὐτῶν εἰς ἐπιθυμίαν. 31, 78 εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς. ταῦτα νῦν ὁ Ἰὼβ λέγειν οὐ δύναται πένης ὢν καὶ τὰ τέκνα ἀποβεβληκώς. ἢ οὖν τοῦτο λέγει, ὅτι πρὸ τῆς συμφορᾶς ταῦτα εἶχεν, ἢ πρὸς διδασκαλίαν ἡμετέραν οὕτως εἶπεν, ἵνα ἡμεῖς ἀναγινώσκοντες ἑαυτοῖς ἐπαρώμεθα λέγοντες· εἰ ἐδωροδοκήσαμεν ἢ τόδε ἐποιήσαμεν, τόδε πεισόμεθα. χερσὶ δὲ ταῖς πράξεσι λέγει, ἀντὶ τοῦ· οὐδὲν διὰ δωροδοκίαν ἔπραξα. 31, 910 εἰ δὲ καὶ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη. ἐπειδὴ ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει τὴν ἁμαρτίαν, καὶ αὐτήν, φησίν, τὴν ἐπιθυμίαν ἐκ τῆς καρδίας μου ἐξέκοπτον, ἐφ' ᾧ μὴ λαβεῖν ὁδὸν τὴν ἁμαρτίαν. τὸ δὲ ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ ὑπὲρ δικαιοσύνης