1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

116

φορβαίαν περὶ ῥῖνα αὐτοῦ; ἢ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; ψελίῳ δὲ ἀντὶ τοῦ περιοχῇ. ὡσπεροῦν ψελίῳ καὶ περιοχῇ ἔδησε τὸ στόμα αὐτοῦ, ἐφ' ᾧ μηκέτι μεγαλαυχεῖν. καθηλούμενος δὲ ἧλος καὶ στρογγυλούμενος κρίκος γίνεται· καὶ τὸν μυκτῆρα οὖν αὐτοῦ κρίκῳ ἔδησεν ὡς ταύρου γαυρίαμα ἀφαιρούμενος, καὶ φορβαίαν αὐτῷ περιέθηκε καταπαίζεσθαι παρεχόμενος. 40, 27 λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; τοῦτο γὰρ εἶπε διὰ τὸ παρακαλεῖν τοὺς δαίμονας τὸν κύριον μὴ βαλεῖν αὐτοὺς εἰς τὴν ἄβυσσον. 40, 28 θήσεται δὲ μετὰ σοῦ διαθήκην; ἢ τοῦτο λέγει διὰ τὸ εἰρηκέναι αὐτὸν τῷ κυρίῳ· ταῦτά σοι πάντα δώσω, ἢ ὅτι· δύνασαι οὕτως ὑποτάξαι αὐτὸν ὡς αἱρεῖσθαι μηκέτι σοι πολεμεῖν; 40, 28 λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; ὁ δοῦλος ἢ προαιρετικῶς γίνεται δοῦλος, ὡς ὁ δουλεύειν θεῷ προαιρούμενος· ἢ ἀναγκαστικῶς αἰχμαλωτιζόμενος καὶ καταδεσμούμενος, ὃ δὴ πέπονθεν ὁ διάβολος. 40, 29 παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ, ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; δήσας τὸν ἐχθρὸν ὁ κύριος ἡμῶν δέδωκε τοῖς ἁγίοις ἐγκαταπαί 368 ζειν αὐτοῦ ὡσανεὶ στρουθίου, τοῖς στραφεῖσι καὶ γενομένοις ὡς τὰ παιδία κατὰ τὴν αὐτοῦ τοῦ σωτῆρος διδασκαλίαν. 40, 30 ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη. ὥσπερ γὰρ τῶν δικαίων βρῶμα ὁ κύριος, οὕτως αὐτὸς τῶν ἀσεβῶν. ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, φησὶν ὁ ψαλμῳδός, τουτέστι τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ. 40, 30 μεριοῦνται δὲ αὐτὸν Φοινίκων γένη. πραγματευτικοὶ οἱ Φοίνικες καὶ φιλοκερδεῖς. αἰνίττεται οὖν διὰ τούτου τοὺς ἐν ἁμαρτίαις πεφυρμένους. καὶ ἡ νῦν δὲ Φοινίκη Χαναναία τὸ πρότερον ἐκαλεῖτο, τὴν γὰρ Συροφοινίκισσαν Χαναναίαν καλοῦσι τὰ εὐαγγέλια· οἱ δὲ Χαναναῖοι εἰδωλολάτραι. λέγει οὖν, ὅτι μερίζονται τὸν δράκοντα οἱ εἰδωλολάτραι. καὶ ἄλλως δὲ Φοίνικες καλῶς νοοῦνται οἱ τοῖς εἰδώλοις θύοντες ὡς φοινισσόμενοι τοῖς ἐπιβωμίοις αἵμασιν, μερίζονται δὲ τὸν δράκοντα ὁ μὲν τυχὸν θύων τῷ ∆αγών, ὁ δὲ τῷ Βήλ, ὁ δὲ τῇ Ἀστάρτῃ· ἢ καὶ ὁ μέν τις πορνεύων, ὁ δὲ πλεονεκτῶν, καὶ ἄλλος ἄλλην ἄθεσμον μετιὼν πρᾶξιν· ἢ καὶ ὁ μέν τις ψευδοδιδάσκαλος ὤν, ὁ δὲ ψευδοπροφήτης· καὶ αἱ διάφοροι δὲ αἱρέσεις ποικίλως τὸν δράκοντα κατεμέρισαν. 40, 31 πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν οὐρᾶς αὐτοῦ. βύρσα ἡ φολίς, ἡ λεπίς· ὡς ἐπὶ δράκοντος δὲ τοῦτο εἶπεν. φησὶν οὖν, ὅτι πάντες ἄνθρωποι κατὰ ταὐτὸν συναγόμενοι, οἱ τόν 369 δε τὸν βίον θάλατταν καλούμενον πλέοντες, οὐδὲ μικράν τινα αὐτοῦ ἐπήρειαν τῶν ἐσχάτων καὶ τελευταίων δυνάμεων δύνανται ὑπενεγκεῖν. ὁ δὲ κύριος ἡμῶν αὐτὰς συνέθλασε τὰς κεφαλὰς τοῦ δράκοντος. 40, 31 καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. ἁλιεῖς οἱ τῆς ἐκκλησίας προεστῶτες διδάσκαλοι, πλοῖα δὲ αἱ ἐκκλησίαι. κεφαλὴν δὲ αὐτοῦ τὴν ὑπερηφανίαν λέγει. φησὶ δέ, ὅτι ὑπερηφανεύσεται καὶ κατὰ διδασκάλων καὶ κατὰ ἐκκλησιῶν, διωγμοὺς δηλονότι κινῶν κατ' αὐτῶν. καὶ ἄλλως· πλοῖά εἰσι τὰ σώματα, ἐφ' ὧν ὡς ἐπὶ πλοίων ἡμῶν ἐμβέβηκεν ἡ ψυχή, διὸ καὶ ὁ νόμος ἐν αἰνίγματι ἔλεγεν· ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου, τουτέστιν ὁ ἀποκρεμάσας τὴν ἑαυτοῦ ἐλπίδα τοῦ σώματος καὶ μόνοις τοῖς σωματικοῖς προσανέχων. οἱ ἁλιεῖς οὖν, οἱ θεῖοι ἀπόστολοι, κατὰ μίμησιν τοῦ οἰκείου δεσπότου τὴν κεφαλὴν ἐδέξαντο τοῦ δράκοντος, καὶ συνέθλασαν καὶ αὐτοὶ ταύτην, τῇ δυνάμει τοῦ Χριστοῦ τὸν ὑπὲρ αὐτοῦ θάνατον προθύμως καταδεξάμενοι. 40, 32 ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ; καὶ μηκέτι γινέσθω. δύνῃ δὲ αὐτὸν ἐπισφίγξαι τῇ σῇ δυνάμει καὶ καταδῆσαι, ἢ ὅλως μνησθῆναι τὸν πόλεμον τὸν μέλλοντα γενέσθαι ἐν τῷ σώματι αὐτοῦ; σῶμα δὲ αὐτοῦ τὰς πάσας ἀποστατικὰς δυνάμεις λέγει ὡς αὐτοῦ κεφαλῆς ὄντος. τοῦτον δὲ τὸν πόλεμον ἐπολέμησε καὶ ἐνίκησε διὰ τοῦ τροπαιούχου σταυροῦ ὁ κύριος. τὸ δὲ μηκέτι γινέσθω, ἐπειδή 370 περ ἅπαξ γέγονε ὁ σταυρός, ὡς καὶ ὁ ἱερὸς ἀπόστολος ἔφη· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ. 41, 1 οὐχ ἑώρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; οὐκ ἐπληροφόρησά σε ὡς