1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

51

καὶ ἀδελφὴν σαπρίαν. ποῦ γάρ μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἢ τὰ ἀγαθά μου ὄψομαι; ἢ μετ' ἐμοῦ εἰς ᾅδην καταβήσεται; ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα; ἀλλὰ τί δεῖ, φησίν, καρτερεῖν καλῶς, ἵνα τι πλέον προσγένηται; οὐ κοινὸν ἅπασι τὸ ἀποθανεῖν; οὐχ ᾅδης ἅπασιν οἶκος; οὐκ ἐκεῖ πάντες τῶν ἐνθάδε καταλήγουσι πόνων; τοῦτο γὰρ λέγει τὸ ἐν γνόφῳ ἡ στρωμνή, ἐν τῷ ἀφεγγεῖ χωρίῳ ἡ ἀνάπαυσις τῶν ἐνθάδε πόνων. μὴ ἐνδέχεταί τινα μεθ' ἑαυτοῦ καταγαγεῖν εἰς ᾅδου τὸν πλοῦ 156 τον ἢ τὴν ἐνθάδε δόξαν; τὸ δὲ ἐπὶ χώματος καταβησόμεθα ἀντὶ τοῦ· ἐν τοῖς καταχθονίοις μὴ μετὰ τῶν ἐνθάδε ἀγαθῶν δύναμαι ἀπελθεῖν; ποίᾳ τοιγαροῦν ἐλπίδι ὑπομείνω, ὅπουγε μικρὸν ὕστερον ἀποθανεῖν ἀπόκειται πάντως, πάντα τὰ ἐνθάδε καταλελοιπότα; τούτου δὲ ὧδε ἔχοντος δικαίως τὸν μὲν θάνατον συντόμως ἐπελθεῖν ὡς πατέρα ποθῶ, τὴν δὲ τοῦ σώματος σῆψιν καὶ ἀνάλυσιν ὡς μητέρα καὶ ἀδελφήν, καὶ πᾶσιν αὐτὰ τοῖς τὴς φιλίας ὀνόμασι κατασπάζομαι. ὁμοῦ τοιγαροῦν καὶ ἡμᾶς ἐδίδαξε μὴ περιέχεσθαι τῶν ἐν τῷ βίῳ καλῶν· οὐδὲν γὰρ αὐτῶν ἡμῖν συνεξέρχεται ἐκ τοῦδε τοῦ βίου. καὶ ἱκανῶς ἀπολελόγηται τοῦ μὴ μάτην ἐπιποθεῖν τὸν θάνατον τοσούτοις ἀλγεινοῖς περιαντλούμενος. 157 ΚΕΦΑΛΑΙΟΝ ∆Ω∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· μέχρι τίνος οὐ παύσει; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. Προθεωρία τοῦ κεφαλαίου δυσχεραίνει ὁ Βαλδὰδ ἐπὶ τῇ τοῦ Ἰὼβ μακρηγορίᾳ· οὐ γὰρ δεῖ, φησίν, ἀλόγων δίκην σιωπῶντας παρακαθῆσθαι. εἶτα, ὡς πολλάκις τοῦ Ἰὼβ εἰρηκότος ὡς ἐπιποθεῖ τοῦ σώματος ἀπαλλαγῆναι, τί, φησίν, σοβαρεύῃ καὶ πολλάκις λέγεις· ἡδέως ἔξειμι τοῦ σώματος, καὶ σεμνύνεις τὰ κατὰ σαυτὸν ὥσπερ οὐκ ὢν ἄνθρωπος εἷς, ἀλλὰ ὁ κόσμος ὅλος. μὴ γάρ, ἐὰν ἀποθάνῃς, γενικὴ γίνεται συντέλεια; εἶτα ταῦτα εἰρηκὼς στρέφει τὸν λόγον εἰς τὰ τοῖς ἀσεβέσι συμβησόμενα ὡς τὰ καθόλου μὲν λέγων, ἐπ' ἀσεβείᾳ δὲ σκώπτων τὸν δίκαιον. Αἱ λέξεισ 18, 23 μέχρι τίνος οὐ παύσει; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. διὰ τί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; μὴ οἴου, φησίν, πρὸς τὰ ἄλογα τοὺς λόγους ποιεῖσθαι μηδὲ ἀποτάδην οὕτω διαλέγου, δίδου δὲ μᾶλλον καὶ ἡμῖν τοῦ λαλεῖν χώραν τοὺς σαυτοῦ συντέμνων λόγους. 158 18, 4 κέχρηταί σοι ὀργή. ὦ κατὰ σαυτοῦ καὶ τῆς σῆς ψυχῆς ὀργιζόμενε, ὀργάνῳ σοι κέχρηται ἡ ὀργή. τὸ γὰρ ὀργίζεσθαί σε κατὰ θεοῦ οὐδὲν ἕτερόν ἐστιν ἢ κατὰ τῆς ἑαυτοῦ ψυχῆς τὴν ὀργὴν ἐκφέρειν. 18, 4 τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ' οὐρανόν, ἢ καταστραφήσονται ὄρη ἐκ θεμελίων; τί νομίζεις, ὅτι τῇ σῇ συστάσει καὶ ὁ κόσμος συνίσταται, καὶ μεγαλύνεις τὰ κατὰ σαυτόν, καὶ ὡς τὸ πᾶν ζημίᾳ περιβαλὼν οὕτω τὸν θάνατον ἐπεύχῃ; 18, 5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ. πλὴν ἴσθι, ὅτι κἂν διαλάμψωσιν οἱ ἀσεβεῖς, κἂν εἰς ὕψος δόξης ἀρθῶσιντοῦτο γὰρ αἰνίττεται διὰ τῆς φλογός, σχήσει τὰ κατ' αὐτοὺς τὴν ἐναντίαν πάντως μεταβολήν. 18, 6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ' αὐτῷ σβεσθήσεται. καὶ στραφήσεται, φησίν, τὸ φῶς τοῦ ἀσεβοῦς εἰς σκότος ἐν πάσῃ αὐτοῦ τῇ διαγωγῇ, ἀντὶ τοῦ· πάντα τὰ κατ' αὐτὸν δυσπραγία καθέξει. ὁ δὲ λύχνος ὁ ἐπ' αὐτῷ, τουτέστιν ἡ ἄνωθεν ἐπικειμένη αὐτῷ εὐημερία καὶ πάντα τὰ κατ' αὐτὸν καταυγάζουσα, ἀποσβεσθήσεται. ὁμοιωματικῶς δὲ τῇ λέξει τοῦ φωτὸς ἐχρήσατο, ἐπειδήπερ οἱ ὑπὸ φωτὶ βαδίζοντες οὐ προσπταίουσιν. 18, 79 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. ἐμβληθείη δὲ ὁ ποῦς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἐλιχθείη· ἔλθοισαν ἐπ' αὐτὸν παγίδες. 159 ἐκ μεταφορᾶς τῶν θηρευομένων ὀρνέων ἢ ζῴων ταῦτα εἶπεν. ὥσπερ γάρ, φησίν, ἐκεῖνα ὑπὸ τὴν παγίδα ἢ τὰ δίκτυα γινόμενα διεκδῦναι λοιπὸν οὐ δύνανται, οὕτω καὶ οἱ ἀσεβεῖς ἀναποδράστους ἔχουσι τὰς καταλαμβανούσας αὐτοὺς συμφοράς. καὶ τὸ δὴ χαλεπώτερον, ὅτι πολλάκις οὐδὲ ὑπὸ δυνατῶν τινων, ἀλλ' ὑπὸ ἐλαχίστων τῶν ὑπαρχόντων τὴν στέρησιν ὑπομένουσι πάσης αὐτῶν τῆς βουλῆς εἰς τοὐναντίον περιτρεπομένης. 18, 9 κατισχύσει ἐπ' αὐτὸν διψῶντας. ἀλλὰ καὶ τοὺς ἐπιθυμοῦντας εὑρεῖν τι κατ' αὐτοῦ δυνατωτέρους αὐτοῦ ἀπεργάσεται θεός. 18, 10