1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

19

ἐτάχθησαν; ὥσπερ οὖν, φησίν, ταῦτα τηροῦσι τῆς φύσεως τοὺς ὅρους, οὕτω καὶ σὺ εἰ ἦς ἀληθινὸς ὄντως καὶ μὴ μέχρι λόγων μόνον εἶχες τὸ θεοσεβές, οὐδὲν ἂν τούτων συνήντησέ σοι. κατὰ δὲ τὴν θεωρίαν τὰς ὁρμὰς τῶν παθῶν τοῖς θηρίοις ἀπεικαστέον, τὸν δὲ μυρμηκολέοντα τῷ διαβόλῳ, μύρμηκα μὲν ὄντα τοῖς εὐσεβέσιν, λέοντα δὲ τοῖς ἀσεβέσιν. εἰ μὴ εὗρεν, οὖν φησιν, τροφὴν παρὰ σοὶ ὁ διάβολος, τουτέστιν εἰ μὴ ἦς ἄδικος, ἀπώλετο ἄν, ἀντὶ τοῦ· ἄπρακτος ἔμενε καὶ αἱ τῶν παθῶν προσβολαὶ ἀπεσβέννυντο καὶ διελύοντο. 55 ταῦτα δὲ οὐχ ὡς τοῦ Ἐλιφὰζ οὕτω νοήσαντος ἐθεωρήσαμεν, ἀλλ' ὡς δυναμένων τῶν ῥητῶν καὶ πρὸς ἀλληγορίαν τρέπεσθαι, ὅταν ἡ χρεία καλέσοι. οὐ γὰρ ἀποφαντέον, ὅτι ὁ Ἐλιφὰζ οὕτως ἐνόησεν, πλὴν οἱ παλαιότεροι ἐχρήσαντο τῇ θεωρίᾳ. 4, 1216 πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ; φόβος δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους, φρίκη δέ μοι συνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν. καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες, ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ' ἢ αὖραν καὶ φωνὴν ἤκουον. κατὰ πολλὰς ἐννοίας τὰ παρόντα δυνατὸν νοῆσαι· ἢ γὰρ εἰς φόβον ἐνάγων τὸν Ἰώβ φησιν ὅτι· δεῖ σε φοβεῖσθαι, ὦ Ἰώβ, καὶ μὴ καταφρονεῖν τοῦ θεοῦ, ἐπειδήπερ οὐ μόνον καθ' ἡμέραν κολάζει, ἀλλὰ καὶ διὰ νυκτερινῶν ὄψεων, ὡς καὶ ἑτέρων διηγουμένων τὰ περὶ αὐτοῦ θαυμάσια ἤκουσα καὶ αὐτὸς ἐπειράθην πολλάκις ἐν ὕπνῳ φοβηθεὶς ὡς φρίξαι μου τὰς τρίχας καὶ σύντρομον γενέσθαι καὶ σεισμὸν ὑπομεῖναι τῶν ὀστῶν τὴν ἁρμονίαν καὶ δοκεῖν τι πνεῦμα ἐπιέναι μοι καὶ μηδὲν μὲν μεμορφωμένον ὁρᾶν, φωνῶν δὲ μόνον ἀκούειν ἠρέμα ἐκπληκτικῶς μοι προσπιπτουσῶν καὶ τρόμον ἐμβαλλουσῶν. δεῖσον τοίνυν, φησίν, τὸν θεὸν τὸν καὶ δι' ἐνυπνίων κολάζοντα. καὶ ἄλλως· φοβεῖσθαι σε προσήκει, φησίν, τὸν θεόν, ὦ Ἰώβ, οὗ καὶ ἡ ἔννοια φοβερά· καὶ γὰρ καὶ παλαιοτέρων ἤκουσα τὰ περὶ αὐτοῦ 56 ἐξαίσια διηγουμένων. καὶ ἔγωγε ὅταν εἰς νοῦν λάβω τὴν περὶ τῆς φύσεως αὐτοῦ μεγαλειότητα, καὶ μάλιστα, πῶς ἦν ἐν τῇ οἰκείᾳ μακαριότητι πρὸ τοῦ τὸν κόσμον ποιῆσαι, πῶς δὲ καὶ νῦν ἐστι πανταχοῦ ὢν καὶ ἔξω τοῦ παντὸς τυγχάνων ἐν τῇ ἑαυτοῦ περιωπῇ καὶ μακαριότητι, ταὐτὸν ὑπομένω τοῖς ἀωρὶ τῶν νυκτῶν βαθείας σιγῆς κατεχούσης τὰ πάντα ἐν πολλῇ τῇ ἡσυχίᾳ ὑπὸ τοῦ ἤχου τοῦ νυκτερινοῦ καταπτοουμένοις, ὥστε καὶ φρίκην μοι συμβαίνειν καὶ τρόμον ἐν ταῖς τοιαύταις ἐννοίαις· καὶ γίνομαι μὲν ἐν διανοίᾳ ἀφανοῦς τινος καὶ ἀκαταλήπτου πνεύματος· εἰ δὲ καὶ διανασταίην ἐπὶ πλεῖον τοῖς λογισμοῖς, οὐδὲν ἐπιγινώσκω οὐδὲ καταλαμβάνω. τὸ γὰρ ἀνείδεον τοῦ θεοῦ καὶ ἀκατάληπτον διαφεύγει τὴν ὀπτικὴν τῆς ψυχῆς δύναμιν, καὶ ὅσον ἄν τις ἀνέλθοι τοῖς λογισμοῖς, τοσοῦτον αὐτὸν τοῦ ζητουμένου ἡ εὕρεσις ἀπολιμπάνει. καὶ τὴν μὲν γὰρ φύσιν ἐστὶν ἀκατάληπτος, συναισθάνεται δὲ οὖν ὅμως ἡ διάνοια ὡσανεὶ αὔρας λεπτῆς καὶ φωνῆς ἠρεμαίας ἀναψυχούσης τὸν νοῦν, καὶ τῆς μὲν τοῦ θεοῦ ἐνεργείας ποιούσης συναισθάνεσθαι, τὴν μέντοι θείαν φύσιν οὐκ ἐπιδεικνύσης. παντελῶς γάρ ἐστιν ἀνέφικτος καὶ φρίκης γέμουσα καὶ σκοτοδινιᾶν τοὺς λογισμοὺς παρασκευάζουσα ἡ τοιαύτη θεωρία. ἄλλως· μὴ φαυλίσῃς μου, φησίν, τοὺς λόγους καὶ τὴν παραίνεσιν, ὦ Ἰώβ. καὶ γὰρ καὶ θείας ἀποκαλύψεως ἠξιώθην καὶ δι' ὀνείρων ὀπτασίαν ἐθεώρησα καὶ ἁγίου πνεύματος ἔλλαμψιν ἐδεξάμην· καὶ οἶδα μέν, ὅτι ἀνείδεός ἐστιν ὁ θεὸς ἁπλοῦς τε καὶ ἀκατάληπτος τὴν φύσιν, πλὴν ὡς ἐν αὔρᾳ τινὶ λεπτῇ συναίσθησίς μοι θεία γέγο 57 νεν. ταῦτα δὲ ἴσως φησὶν εὐπρόσδεκτον ἑαυτοῦ τὸν λόγον κατασκευάζων, ἵνα ἐν οἷς μέλλει λέγειν πίστεως ἄξιος εἶναι δόξῃ. κατὰ πάσας δὲ τὰς ἐννοίας φοβεῖν πειρᾶται τὸν Ἰὼβ καὶ εἰς μετάνοιαν ἐπιστρέφειν. 4, 17 τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; καὶ μὴ νόμιζε, φησίν, ὅτι ὀνειδιστικῶς σοι ταῦτα λέγω· καθόλου γὰρ οὐδεὶς ἄνθρωπός ἐστιν ἄμεμπτος, ἀλλὰ κἂν ἀνθρώπους λάθῃ, τὸν παντεπόπτην ὀφθαλμὸν τοῦ θεοῦ τὸν ἀκριβῶς