1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

22

φησίν. ἄφοβος δὲ τοῦ λοιποῦ διατελέσεις. 5, 2224 ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ φοβηθήσῃ· θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι. εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. γνοῦς δέ, φησίν, τῆς εὐσεβείας τὴν δύναμιν καὶ τῆς εἰς θεὸν καταφυγῆς κατὰ μὲν τῶν ἀδίκων πλατὺ γελάσεις, τοὺς δὲ θηριώδεις ἀνθρώπους οὐ μὴ φοβηθήσῃ. καὶ γὰρ καὶ οὗτοι τὴν σὴν θεοσέβειαν αἰσχυνόμενοι οὐκέτι σοι πολεμεῖν αἱρήσονται. καὶ τότε τῇ πείρᾳ μαθήσῃ, ὡς εἰρηνεύσει σου μὲν ὁ οἶκος, ἡ δὲ πᾶσά σου τοῦ βίου διαγωγὴ οὐ μὴ ἁμάρτῃ, ἀντὶ τοῦ· οὐκ ἔξω τῶν χρηστῶν ἐλπίδων γενήσεται. 64 5, 25 γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. ἀλλὰ καὶ πολύπαις ἔσῃ καὶ ὡραίων παίδων πατήρ· ἔσονταί σου γὰρ τὰ παιδία ὡς τὸ παμβότανον τοῦ ἀγροῦ ἀντὶ τοῦ· ὡς ἀγρὸς πάσαις βοτάναις ἀνθηρός. 5, 26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθεῖσα. ἀλλὰ καὶ πλήρης ἡμερῶν ὥσπερ σῖτος πεπληρωμένος καὶ εἰς τομὴν ἐπιτήδειος τραφεὶς ἐν γήρᾳ καλῷ καταλύσεις τὸν βίον, ἢ ὥσπερ θιμωνιὰ ἅλωνος κατὰ καιρὸν εἰς τὰς ἀποθήκας συγκομισθεῖσα. θεώρει δέ, ὅτι πολυπαιδία καὶ πολυετία ἴδια πρὸς εὐδαιμονίαν τοῖς παλαιοῖς ἐνενόμιστο. θιμωνιὰν δὲ ἅλωνος ἔφη, ἵνα εἴπῃ, ὅτι ἐν πᾶσι κομῶν τοῖς ἀγαθοῖς μεταλλάξεις τὸν βίον. 5, 27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας. ταῦτα μὲν οὖν οὕτως ἔχειν ἡμεῖς ἀκριβῶς ἐθεωρήσαμεν, σὺ δὲ ἀναλογίζου, ποίων πλημμελημάτων ἐκτιννύων δίκην ταῦτα ὑπομένεις. 65 ΚΕΦΑΛΑΙΟΝ ΠΕΜΠΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν. Προθεωρία τοῦ κεφαλαίου ἐπειδὴ παρῄνεσεν ὁ Ἐλιφὰζ τῷ δικαίῳ πρὸς μετάνοιαν ἰδεῖν ὡς δι' ἁμαρτίας τιμωρουμένῳ, εἰς ἄπρακτον μὲν αὐτῷ κατέληξεν ἡ συμβουλή. οὐ γὰρ ἔσχεν πείθειν, ὡς ἁμαρτωλὸς εἴη ὁ μηδὲν ἑαυτῷ συνειδὼς ἄτοπον, ὥστε καὶ πρὸς ἀντιλογίαν εἶδεν ὁ δίκαιος· καὶ ἀπολογεῖται μέν, ὑπὲρ ὧν καὶ ὅλως λαλεῖ, καὶ οὐ τῇ σιωπῇ τὴν καρτερίαν ἐπιδείκνυται, διὰ δὲ φυσικῶν παραδειγμάτων τῶν ἑαυτοῦ λόγων παραστήσας τὸ εὔλογον. καὶ ἅγιον ἀποκαλεῖ τὸν θεόν, καὶ ὅτι ἐπ' αὐτῷ τὴν ἐλπίδα ἔσχε φησίν, τήν τε κεκρυμμένην αἰτίαν τῆς ἀθυμίας δημοσιεύει δεδοικέναι λέγων, μὴ τελείως αὐτὸν ὁ θεὸς ἐγκατέλιπεν. εἶτα καὶ τὰς οἰκείας ἐξαριθμεῖται συμφορὰς καὶ παραινεῖ μὴ πεποιθέναι ἐπὶ πλούτῳ καὶ δυναστείᾳ· καὶ μέμφεται τοῖς φίλοις ὡς τὰς ἀνίας αὐτῷ διὰ τῶν λόγων φορτικωτέρας ἐργαζομένοις· καὶ παραινεῖ φοβεῖσθαι εἰς τὰ τοῖς πλησίον συμβαίνοντα βλέποντας. καὶ κάλλιστον πάντας ἀνθρώπους διδάσκει μάθημα, ὅτι πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς. καὶ πάλιν ἐκτραγῳδεῖ τὰς 66 οἰκείας συμφορὰς καὶ ἐξαιτεῖ τὸν θεόν, μνήμην αὐτοῦ καὶ ἐπισκοπὴν ποιήσασθαι. καὶ πάλιν ὑπὲρ τῶν οἰκείων ἀπολογεῖται λόγων καὶ τὴν ἀνθρωπίνην οὐδένειαν εἰς ἱκετηρίαν προβάλλεται, καὶ αἰτεῖ τὸν θεόν, ἀμνηστίαν αὐτῷ χαρίσασθαι, εἴ τι αὐτῷ καὶ πεπλημμέληται. Αἱ λέξεισ 6, 13 ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν. καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν. τοῦ Ἐλιφὰζ εἰρηκότος· εἰ γὰρ σὺ ἐνουθέτησας πολλούς, καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας, νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας καὶ ὡς ἀφιλοσόφου καὶ ἑαυτὸν παραμυθήσασθαι μὴ δυναμένου κατηγορήσαντος, ἀπαραμύθητον δεικνὺς τὴν συμφοράν, εἴθε, φησίν, ἐνδεχόμενον ἦν σταθμισθῆναι τὴν ἐκ θεοῦ ἐπενεχθεῖσάν μοι ὀργὴν καὶ τὸν ἐτασμὸν καὶ τὰς ὀδύνας ὁμοθυμαδὸν τάς τε τῆς ψυχῆς καὶ τοῦ σώματος, ὥστε φανερὸν γενέσθαι, ὡς καὶ αὐτῆς τῆς παραλίας ἄμμου βαρύτερά εἰσι τὰ συνέχοντά με καὶ ἀθυμεῖν παρασκευάζοντα. 67 6, 34 ἀλλ' ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστι φαῦλα. βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει