1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

84

ἀλλ' οὐ πρωτοτύπως ἐπὶ τούτοις χαίρουσιν· ἑτέρα γὰρ αὐτῶν ἐστιν ἡ πρωτότυπος χαρά, ἡ πνευματική. ἀλλ' οὐδὲ ἀπέραντον, φησίν, ἔσχον τῆς κτήσεως τὴν ἐπίδοσιν. ἴσως τοιγαροῦν διὰ τοῦτο ἀριθμῷ αὐτῷ ἦσαν περικλειόμενα τά τε πρόβατα καὶ οἱ κάμηλοι καὶ 264 τὰ λοιπὰ ὡς τῶν περιττῶν ἀεὶ πιπρασκομένων καὶ τοῖς πένησι διαδιδομένων. εἰ γὰρ καὶ πλούσιος ἦν κατὰ θείαν χάριν, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν ἐνέκοπτεν, ὅπουγε οὐδὲ τοῖς οὖσιν ὡς πρωτοτύποις ἀγαθοῖς ἔχαιρεν. 31, 26 ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα καὶ ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν. ταῦτα δὲ ἔπραττε διαλογιζόμενος ὅτι· εἰ ὁ ἥλιος ἐκλείπει καὶ νὺξ ἡμέραν διαδέχεται, ἡ δὲ σελήνη λήγει κατὰ θείαν πρόσταξιν, ποία ὠφέλεια, κἂν πλουτήσω; εἰ γὰρ τὰ μεγάλα στοιχεῖα ταῦτα λήγουσιν, δεῖ πάντως τὸν πλοῦτον ἐξ ἡμῶν ἀπελθεῖν ἢ τῶν χρημάτων ἡμᾶς καταλιμπανόντων κατὰ θεοῦ βουλὴν ἢ ἡμῶν τὸν βίον μεταλλαττόντων καὶ εἰς ἑτέρους ταῦτα παραπεμπόντων. 31, 2728 καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ καὶ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα, καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἔναντι κυρίου τοῦ ὑψίστου. πολλοὶ πολλάκις τὰς οἰκείας ἐπαινοῦντες πράξεις τὴν ἰδίαν καταφιλοῦσι χεῖρα. φησὶν οὖν ὅτι· εἰ ἐπὶ τῇ ἐμῇ δυναστείᾳ καὶ ταῖς ἐμαῖς πράξεσιν ἐθάρρησα καὶ μὴ ἐπὶ τῷ θεῷ, ἐψευσάμην τὸ ἀληθές· οὐ γὰρ ἐξ ἡμῶν ἡ ἡμετέρα βοήθεια, ἀλλ' ἐκ τῆς θείας χάριτος. εἰ οὖν ἀπατηθεὶς πέπονθά τι τοιοῦτον, λογιζέσθω μοι τοῦτο εἰς ἀνομίας μεγάλης ἰσότητα. διὰ δὲ τοῦ λάθρᾳ ἔοικε σημαίνειν, ὅτι οὐδὲ κατὰ συναρπαγὴν τοιοῦτόν τι πέπονθεν. ἄλλοι δὲ οὕτως ἐξειλήφασιν· εἰ προσεκύνησα ἡλίῳ καὶ σελήνῃ ἀπατηθεὶς τοῖς αὐτῶν φέγγεσι καὶ μὴ ἐλογισάμην, ὅτι καὶ ἐκλείπουσι 265 καὶ δεσποτικοῖς προστάγμασιν ὑπηρετοῦνται, ἀλλ' ἐπὶ τῷ τούτων θαύματι τὴν ἐμὴν κατεφίλησα χεῖρα, ἀνομία μοι ἡ μεγίστη λογισθείη. ἄμεινον δὲ οἶμαι τὸ πρῶτον. 31, 2930 εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου· εὖγε, ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυληθείην δὲ {καὶ} ἄρα ὑπὸ λαοῦ μου κακούμενος. τὸ εὖγε εἶπε γελαστικὸν ἐπίρρημα, ὡς καὶ ὁ ψαλμῳδὸς λέγει· εἶπον· εὖγε εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. εἴ ποτε οὖν περιεχάρην πτώμασιν ἐχθρῶν, ἀκούσαιμι κἀγὼ ἑτέρων καταρωμένων με καὶ κακούμενος θρυληθείην ὡς πρὸς ἃ ἔπραξα ἀπειληφώς. 31, 31 εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· τίς ἂν δώῃ ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος. οὐδὲ ἐπαχθής, φησίν, ταῖς θεραπαίναις γέγονα, ὡς διὰ τὴν ἐμὴν ὠμότητα καὶ αὐτὰς ἐξαγριωθείσας τῶν ἐμῶν ἐπιθυμεῖν ἀπογεύσασθαι σαρκῶν. τὸ δὲ ἐναντίον ἅπαν καὶ λίαν αὐταῖς χρηστὸς ἐγενόμην. ἕτεροι δὲ οὕτως ἑρμήνευσαν· οὕτως, φησίν, ἤμην λίαν ταῖς θεραπαίναις χρηστὸς καὶ γλυκύς, ὡς, εἰ οἷόντε ἦν καὶ αὐτῶν τῶν σαρκῶν μου ἐμφορηθῆναι, ἡδέως ἂν τοῦτο ἐποίουν. 31, 32 ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. τοῦτο τῆς Ἀβραμιαίας καὶ φιλοξένου εὐγενείας ἐπίσημον. 266 31, 3334 εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτοῦ. ἑκούσιον μὲν οὐδὲν ἑαυτῷ συνῄδει πλημμέλημα, οὕτως ἄκρως τὸν κατ' ἀρετὴν ἐξήσκει βίον. ἐπειδὴ δὲ ἄνθρωπον ὄντα οὐκ ἦν μὴ ἄκοντα παραπίπτεινπαραπτώματα γὰρ τίς συνήσει; φησὶν ὁ μελωδός, μετανοίᾳ καὶ ἐξομολογήσει ἐξιᾶτο γνωσθὲν τὸ ἁμάρτημα οὐκ αἰσχυνόμενος τὸ μὴ κατὰ τὸν ὀρθὸν λόγον πεπραγμένον ἐξαγορεύειν. 31, 3435 εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ, τίς δώῃ ἀκούοντά μου; δοκεῖ μὲν λέγειν, ὅτι εἰ εἰς κρίσιν ἦλθον καὶ εἶχον τὸν ἀκούοντα, ὅσον ἐπ' ἀνθρωπίνῳ κρίματι, οὐδὲν ἂν ὑπέμενον τῶν δεινῶν. ἐμοὶ δὲ δοκεῖ ἀκροατὰς ἐπιζητεῖν συνετοὺς δυναμένους χωρῆσαι τὴν ἀκρότητα τῆς πολιτείας, ἧς ἐξηγήσατο. οὐ γὰρ ταῦτα εἶπεν ἐπαιρόμενος ἐπὶ τοῖς ἑαυτοῦ κατορθώμασιν, ἀλλ' ἡμῖν καταλιμπάνων ὑπογραμμόν, ὅπως βιῶναι χρή. προεγράφη γὰρ ταῦτα εἰς νουθεσίαν ἡμετέραν, οὕτω τοῦ ἁγίου πνεύματος οἰκονομήσαντος. τὸ δὲ κόλπῳ κενῷ