1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

106

αὐτούς, φησὶν ὁ μελωδός. αὐτῆς δὲ λοιπὸν σεβασμίως τῆς τοῦ κυρίου ῥήσεως ἐπακουσόμεθα. Αἱ λέξεισ 38, 2 τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ οἴεται κρύπτειν; οὐ τὸν εἰδότα τὰς βουλὰς τῶν καρδιῶν ἔκρυψεν Ἰώβ· ἠκούσαμεν γὰρ αὐτοῦ λέγοντος ἔμπροσθεν θεοῦ· ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. ἀλλ' ἐπειδήπερ τὰ μὲν ἀσαφῶς διελέχθη, εὐσεβεῖ μὲν τῇ διανοίᾳ χρώμενος, τραχυτέρᾳ δὲ τῇ ἀπαγγελίᾳ, καὶ ἐπειδήπερ 335 συνετίθετο μὲν τοῖς τοῦ Ἐλιοὺς λόγοις ὀρθοδοξαστικῶς τὰ περὶ θεοῦ λέγοντος, ἐσιώπα δὲ καὶ οὐκ ἀπεκρίνατο, φησὶν ὁ θεός· τίς οὗτος ὁ κρύπτων με βουλήν; ἀντὶ τοῦ· οὐδεὶς ἀποκρύψαι με δύναται, ἀλλὰ καὶ τὰ τῶν καρδιῶν οἶδα κινήματα, κἂν διὰ λόγων μὴ ἐξαγγέλλωνται. ἆρα οὖν, φησίν, ὑπολαμβάνεις, Ἰώβ, ὅτι λέληθάς με; οἶδά σου τοὺς καλοὺς ἀγῶνας παρ' ἡμῖν ἀγωνιζομένου, οὐδέν με λέληθε τῶν κατὰ σέ. οὐχ ὅτι Ἰὼβ τοιοῦτόν τι ὑπελάμβανεν, ὅτι θεόν τι τῶν κατ' αὐτὸν διελάνθανεν, ἀλλ' ἐπιρρωννὺς αὐτὸν ὡς πρὸς φίλον φησίν· ἐμὲ νομίζεις κρύπτειν; ἢ ὑπονοεῖς, ὅτι ἠγνόουν σου τὰ παλαίσματα; οὐκ ἀγνοῶ σου τὴν εἰλικρινῆ διάθεσιν, κἂν σιωπᾶς, κἂν ἀσαφεστέροις κέχρησαι τοῖς λόγοις. ἰστέον δέ, ὡς οἱ μέν φασι τὸν ἐπὶ πάντων θεὸν καὶ πατέρα εἶναι τὸν διαλεγόμενον διὰ τοῦ ἁγίου πνεύματος, οἱ δὲ αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον, περὶ οὗ λέγεται· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν. εἴτε δὲ ἐκ προσώπου τοῦ πατρὸς οἱ λόγοι προφέρονταιὡς ὅταν λέγῃ Μωυσῆς· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἰδίαν καὶ καθ' ὁμοίωσιν ἡμετέραν, εἴτε ἐκ προσώπου τοῦ μονογενοῦςὡς ὅταν αὐτὸς περὶ αὑτοῦ λέγῃ· πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ ἤμην, εἴτε ἐκ προσώπου τοῦ ἁγίου πνεύματοςεἶπε, γάρ φησιν, τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρναβᾶν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς, ὡς ἐν τοῖς Πράξεσι τῶν ἀποστόλων εἴρηται, μία μέν ἐστιν ἡ βουλὴ τῆς θεότητος ἐν μονάδι τριάδος, ἓν δὲ θέλημα, μία οὐσία ἐν τρισὶ γνωριζομένη ταῖς ὑποστάσεσιν. 336 38, 3 ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. ἄνδρισαι τοιγαροῦν, ἀπόρριψον τὴν ἀθυμίαν, καὶ ἐπειδήπερ ἐπεθύμεις εἰς ἐμὴν ὁμιλίαν ἐλθεῖν, ἰδού σοι διαλέγομαι, ἰδοὺ πληρῶ σου τὴν αἴτησιν, ἀποκρίθητι πρὸς τὰ λεγόμενα. 38, 4 ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀνάγγειλόν μοι, εἰ ἐπίστασαι σύνεσιν. ἐπειδὴ ἠθύμεις, φησίν, ὅτι ἠγνόεις τῶν ἐπαγομένων σοι τὴν ἔκβασιν καὶ τῶν σῶν ἀγώνων τὴν ὑπόθεσιν, ἰδοὺ ἐρωτῶ σε καὶ ἄλλα μυρία, ὧν τοὺς λόγους ἀγνοεῖς. διδάσκει δὲ ἡμᾶς ὁ θεὸς πρὸς τὸν ἑαυτοῦ φίλον διαλεγόμενος, ὅτι τε ποιητὴς τῶν ὅλων ἐστὶ καὶ ὅτι ἀνέφικτα τὰ βάθη τῆς ἑαυτοῦ σοφίας. ἰστέον δέ, ὅτι νῦν πρῶτον ἐκ θείας φωνῆς ὁ περὶ τῆς δημιουργίας τῆς κτίσεως εἰσάγεται λόγος· ἔφημεν γάρ, ὡς πρὸ τοῦ νόμου ὁ Ἰὼβ ἐτύγχανεν. εἰ γὰρ καὶ ἀπὸ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, καὶ τοῦτο ᾔδεσαν οἱ φιλόθεοι, ἀλλ' ἐκ θείας φωνῆς νῦν πρῶτον τοῦτο ἀκούομεν. εἰ οὖν ἔχεις, φησίν, σύνεσιν τῆς ποιήσεως τῶν κτισμάτων, ἀποκρίθητί μοι. 38, 56 τίς ἔθετο μέτρα αὐτῆς εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; ἐξ ὁμοιώματος τῶν παρ' ἡμῖν οἰκοδομῶν μέτρα ἔφη καὶ σπαρτίον ἐπ' ἰσότητι τῶν οἰκοδομημάτων ἀποτεινόμενον καὶ λίθον γω 337 νιαῖον ἑκατέρους συνδέοντα τοὺς τοίχους· κρίκους δὲ λέγει τοὺς ἀναβαστακτῆρας. εἰπὲ οὖν, εἰ οἶσθα τὰ τῆς γῆς μέτρα, εἰπέ, τίς αὐτῇ ὑποβάθρα, ἐπὶ τίνος ὀχεῖται τὸ βαρὺ τοῦτο καὶ μέγα στοιχεῖον· ταῦτα δὲ ἀνθρώποις παντελῶς ἀκατάληπτα. τίς οὖν ὁ ταῦτα δημιουργήσας; ἀντὶ τοῦ· οὐδεὶς ἕτερος πλὴν ἐμοῦ· ἔργα γάρ εἰσιν ἀπορρήτου σοφίας τοῦ θεοῦ. 38, 7 ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου καὶ ὕμνησαν. ἐνταῦθα διδασκόμεθα πρὸ τοῦ αἰσθητοῦ κόσμου τοὺς ἁγίους ἀγγέλους εἶναι, ἐκπληττομένους ἐφ' ἑκάστῳ τῶν δημιουργημάτων καὶ ὑμνολογοῦντας τὸν τούτων ποιητήν. ἐντεῦθεν δὲ καὶ οἱ μακάριοι ἄγγελοι, δι' ὧν ἔβλεπον τὰ μὴ ὄντα εἰς γένεσιν παραγόμενα, ἐγνώριζον καὶ