1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

109

διαυγές. 38, 38 κεκόλληκα δὲ αὐτὸν ὥσπερ κύβον λίθῳ. τὴν δὲ λεπτοτάτην τοῦ οὐρανοῦ φύσιν οὕτω στερέμνιον ἀπειργασάμην, ὡσπερανεί τις λίθῳ κύβον ἐναρμόσοι. κύβος δέ ἐστιν ὁ ἐκ τετραγώνου κατὰ τὴν βάσιν ἢ κυκλοτεροῦς εἰς ὀξὺ λήγων, ἵνα εἴπῃ ὅτι· σταθερὸν αὐτὸν καὶ ἑδραῖον ἀπειργασάμην. 38, 3940 θηρεύσεις δὲ λέουσι βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; 345 δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. τίς δὲ τῷ λέοντι τὴν θηρατικὴν ἐχαρίσατο φύσιν; τίς τοὺς δράκοντας τροφῆς ἐμπίπλησιν; τίς ἐδίδαξε τὰ θηρία ἐνεδρεύειν καὶ ἐπιτίθεσθαι πρὸς τροφῆς εὐπορίαν; τὸ δὲ δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν ἢ ὅτι τὰ θηρία δεδοικότα τοὺς ἀνθρώπους, τὴν κατ' εἰκόνα θεοῦ δημιουργίαν, ἐπὶ λόχμας καὶ ὕλας καὶ ἀβάτους ἀναχωροῦσι τόπους, ἢ ὅτι τὰ κτήνη βρυχομένου λέοντος ἐπακούσαντα φρίττουσιν· φασὶ γὰρ τὸν λέοντα πρότερον τῇ βοῇ καταπλήξαντα οὕτως ἐφορμᾶν τῷ θηράματι. 38, 41 τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασι πλανώμενοι τὰ σῖτα ζητοῦντες. ἀλλὰ καὶ τῶν πτηνῶν ὁ θεὸς προνοεῖ· ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν ἐσήμανεν. λόγος δὲ τὸν κόρακα ἀφιλόστοργον εἶναι καὶ ἀτημελήτους ἐᾶν τοὺς νεοττούς, τοὺς δὲ ὑπὸ τῆς ἐνδείας πιεζομένους φυσικῇ τινι κεχρῆσθαι πρὸς θεὸν τῇ βοῇ, τὸν δὲ φιλάγαθον διαφυλάττειν καὶ τρέφειν αὐτοὺς τῇ ἀπορρήτῳ ἑαυτοῦ σοφίᾳ, ὃ καὶ ∆αυὶδ ἐξυμνῶν ἔλεγεν· καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 39, 13 εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρης τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας; ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς; ἀλλ' οὐδὲ τὰ εὐτελέστατα, φησίν, οἶσθα, πῶς κατὰ καιρὸν ἔλαφος καὶ τραγέλαφος ὑπὸ αὐτορόφοις σπηλαίοις ἐν πέτραις ἀποκυίσκουσιν 346 διαφερόντως δὲ οἱ τραγέλαφοι πρὸς τὰς πέτρας ἀναπηδῶσιν, καὶ τίς αὐτοῖς ἀριθμὸς μηνῶν εἰς τὴν κύησιν δέδοται, πῶς δὲ ἀποτίκτουσι λυθεισῶν τῶν ὠδίνων, πῶς τὸ γάλα τοῖς νεογνοῖς ἐνδιδόασιν, τὰ δὲ τρέφεται ἄνευ φόβου. τὸ δὲ ἐξαποστελεῖς ἀντὶ τοῦ· παύσεις, ὥστε μὴ ἀεὶ ἐν ὠδῖσιν εἶναι. εἰ δὲ μὴ ταῦτα σὰ μηδὲ τὴν τούτων γνῶσιν ἐπίστασαι, πῶς θεοῦ κρίματα γνῶναι θέλεις; τοῦτο γὰρ μηνύει τὸ ἐκ τούτων δηλούμενον. 39, 4 ἀπορρήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι, ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς. καὶ πῶς, φησίν, αἱ μητέρες ἀνδρυνθέντα τὰ τέκνα καταλιμπάνουσιν εἰς λήθην ἐλθοῦσαι τῆς φυσικῆς στοργῆς; τὰ δὲ ἐξελθόντα καὶ νεμόμενα ἐν τοῖς γενήμασι τῆς γῆς οὐκέτι αὐτοῖς τοῖς γονεῦσιν ἐπαναστρέφουσιν, ἀλλ' αὔξονται καὶ πληθύνονται τὰ ἐκ γῆς νεμόμενα, τῶν αὐτὰ τεκόντων μνείαν οὐκ ἔχοντα. 39, 56 τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα. κατὰ μὲν τὸ ῥητόν· πόθεν, φησίν, τῷ ὀνάγρῳ ἡ αὐτονομία; πόθεν ἀνθρώπων ἐπιτάγμασιν οὐ πείθεται, ἀλλ' οἴκησιν καὶ διατριβὴν ἔρημον ἔχει, κατασκηνοῖ δὲ ἐν ἁλμυροῖς τόποις, ἀντὶ τοῦ· ἐν ἀκάρποις καὶ παντελῶς ἐρήμοις; πρὸς δὲ διάνοιαν ὁ μοναχικὸς διαγράφεται βίος, ὁ ἔξω τῶν κοσμικῶν καὶ τούτοις μὴ ὑποταττόμενος, ὁ καὶ τὸν δεσμὸν τῆς συζυγίας ἐκκλίνων· δι' ὧν γὰρ εἶπεν ὁ σωτήρ· ὁ δυνάμενος χωρεῖν χω 347 ρείτω, ἔλυσε τῆς συζυγίας τὴν ἀνάγκην, ἐφ' ᾗ ἄρσεν καὶ θῆλυ ἐγεγόνει. ἁλμυρίδες δέ εἰσι τὰ σκηνώματα τοῦ τοιούτου, ὅτι πνευματικὰ πράγματα ἀμέτοχά εἰσι φθορᾶς. οἱ γὰρ ἁλμυροὶ ἅλες τῆς φθορᾶς εἰσιν ἀναιρετικοί. 39, 7 καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων. ἐκ τούτου δῆλον, ὡς εἰς ἀλληγορίαν ἡμᾶς ὁ λόγος παραπέμπει· οὐδὲ γὰρ ὁ ἥμερος ὄνος οὑτοσὶ ὁ κανθήλιος μέμψιν ἀκούει φορολόγου. εὔδηλον οὖν, ὅτι περὶ τοῦ πνευματικοῦ ἀνθρώπου λέγει τοῦ μὴ ἀνεχομένου τοῦ νοητοῦ πράκτορος, ὃς ὥσπερ τινὰ δασμὸν ἀπαιτῶν τοὺς ὑφ' ἑαυτὸν καταναγκάζει δουλεύειν ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσιν. 39, 8 κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ. κατὰ μὲν τὴν ἱστορίαν ὁ ἄγριος ὄνος