1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

117

προφήτην; οὐκ εἶδες τοῖς νοητοῖς ὀφθαλμοῖς τοῦτον τὸν πόλεμον; οὐ θαυμάζεις δὲ ἐπὶ τοῖς λεγομένοις; ναί, δηλονότι φήσειεν ἂν ὁ Ἰώβ, διὸ καὶ κατ' ἀρχὰς ἔλεγεν· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. 41, 2 οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; κἀν τούτῳ πάλιν προσυπακουστέον τὸ ναί· κατ' ἐρώτησιν γάρ ἐστιν ἡ ἀνάγνωσις. ἢ καὶ τοῦτο λέγει ὅτι· οὐκέτι αὐτὸν φοβηθήσῃ, ἡτοίμασται γάρ μοι εἰς τὸ ὑπ' ἐμοῦ δεθῆναι καὶ ὑπὸ τῶν ἁγίων μου ἐγκαταπαίζεσθαι. 41, 23 τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ; ἀντὶ τοῦ· οὐδείς, διὰ τὸ ἄμαχον εἶναι τὴν τοῦ θεοῦ δύναμιν. 41, 34 εἰ πᾶσα ἡ ὑπ' οὐρανὸν ἐμοί ἐστιν, οὐ σιωπήσομαι δι' αὐτόν. ἐπειδὴ γὰρ δημιουργός εἰμι πάντων καὶ δεσπότης, οὐ σιωπήσομαι διὰ τὸν σκυλεύσαντα τὴν ὑπ' οὐρανόν, ἀλλ' ἐπεξελεύσομαι καὶ ἀμυνοῦμαι αὐτόν. 41, 4 καὶ λόγῳ δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ. ἀλλὰ χρήσομαι κατ' αὐτοῦ τῷ λόγῳ τῆς ἐμῆς δυνάμεως, ὥστε πάντας ἐλεεῖν τὸν ἴσον τῷ διαβόλῳ γεγονότα ἄνθρωπον τῇ ἀποστασίᾳ, 371 ἐφ' οἷς καὶ αὐτὸς πείσεται. λέγει δὲ ὅτι· τιμωρήσομαι καὶ τὸν διάβολον καὶ τὸν ὑπ' αὐτοῦ ἐνεργούμενον ἀντίχριστον. 41, 5 τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; ἀντὶ τοῦ· οὐδεὶς πλὴν ἐμοῦ. πρόσωπον δὲ ἐνδύσεως λέγει τὸ ἄλλοτε ἄλλο προσωπεῖον, ὃ μετενδύεται ὑποκρινόμενος· πλάττεται γὰρ πρόσωπον προβάτου λύκος ὤν, καὶ φαίνεται ὡς ἄγγελος φωτὸς σκότος τυγχάνων. 41, 5 εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; κατεπτυγμένος ἐστὶν ὁ θώραξ αὐτοῦ, οὐδὲν φανερὸν ἔχει, ἀλλὰ πάντα ἐπικεκρυμμένα. λέγει οὖν ὅτι· τίς ἱκανός ἐστιν εἰσελθεῖν εἰς τὰ νοήματα τῆς καρδίας αὐτοῦ, διότι συγκεκαλυμμένα τυγχάνουσιν; 41, 6 πύλας δὲ προσώπου αὐτοῦ τίς ἀνοίξει; πύλαι προσώπου αὐτοῦ κεκλεισμέναι εἰσὶν ὡς ἀθέατα αὐτοῦ εἶναι τὰ νοήματα. τὰς ἐπικαλύψεις οὖν αὐτοῦ τίς φανεροποιήσει; ἀντὶ τοῦ· οὐδεὶς πλὴν ἐμοῦ. 41, 6 κύκλῳ ὀδόντων αὐτοῦ φόβος. τὰ ῥήματα τὰ πονηρά, οἱ ψευδοπροφῆται καὶ ψευδοδιδάσκαλοι, οἱ δάκνοντες ὅλῳ τῷ στόματι. ἔστι δὲ καὶ ἄλλως φοβερὸς τοῖς αὐτὸν ἀγνοοῦσιν ἐκφοβῶν καὶ ἀπειλῶν, ἃ ποιεῖν οὐ δύναται μὴ συγχωροῦντος θεοῦ. αὐτίκα γοῦν τοῖς ἐν τοῖς ἐρήμοις ἀσκηταῖς ἐκφοβεῖν αὐτοὺς πειρώμενος ἀπειλεῖ δαίμοσι παραδιδόναι καὶ λῃστὰς ἐπιπέμπειν κατ' αὐτῶν εἰς ἀναίρεσιν, ἅ 372 περ ἀδυνατεῖ εἰς ἔργον ἄγειν μὴ συγχωροῦντος θεοῦ. Χριστιανοὺς δὲ οὐ προσήκει δεδοικέναι τοὺς κτύπους αὐτοῦ καὶ φόβητρα· κύριον τὸν θεόν σου φοβήθητι καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ ἄλλον. 41, 7 τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ. τὰ ἔγκατα αὐτοῦ, τουτέστιν οἱ διαλογισμοί. ὅλοι, φησίν, οἱ διαλογισμοὶ αὐτοῦ ἰοῦ γέμουσι καί εἰσιν οὐχ ἁπαλοί τινες, ἀλλ' ἰταμοὶ καὶ σκληροί. 41, 78 σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος, εἷς τοῦ ἑνὸς κεκόλληται. σύνδεσμος ὅλον τὸ σῶμα αὐτοῦ. αἱ γὰρ κακίαι, αἵτινες σύνδεσμός εἰσιν αὐτοῦ, μία τῆς μιᾶς ἤρτηνται. τοιαύτη γὰρ καὶ ἡ τοῦ σμιρίτου φύσις, εἷς γὰρ τοῦ ἑνὸς κεκόλληται. λέγεται δὲ ὁ σμιρίτης λίθος καὶ ἰταμώτατος εἶναι ἐγγὺς τοῦ ἀδάμαντος, καὶ σίδηρον ἁρπάζειν, καὶ τραχύτατος δέ, ὡς καὶ τὴν ὕελον γλύφειν. ἱκαναὶ δὲ καὶ αἱ κακίαι αἱ διαβολικαὶ καὶ τοὺς στερεοὺς εἰς ἑαυτὰς ἕλκειν. ἔδειξε δὲ καὶ διὰ τούτων τοῦ διαβόλου τὸ ἰταμὸν καὶ τραχύ. 41, 8 πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. οὐδεμία γὰρ ψυχὴ ἐκφεύγει αὐτὸν καὶ τὰς αὐτοῦ κακίας, καὶ γὰρ καὶ τὰ νήπια τὴν πατροπαράδοτον ἕλκουσιν ἁμαρτίαν. ἤκουσα δὲ καὶ οὕτως ἐξηγουμένου τινός· ἡ φλογίνη, φησίν, 373 ῥομφαία αὐτός ἐστιν καὶ ἀντιπράττων κατέχει πᾶσαν τὴν ψυχήν, ἐφ' ᾧ μὴ εἰσελθεῖν εἰς τὸν παράδεισον. τὸ οὐ μὴ διέλθῃ οὖν οὐχ, ὅτι οὐκ εἰσέρχεταιχάριτι γὰρ εἰσέρχονται κυρίου, ὡς καὶ ὁ λῃστὴς εἰσῆλθε μετ' αὐτοῦ, ἀλλ' οὐ μὴ διέλθῃ ἀντὶ τοῦ· οὐ λανθάνει αὐτόν, ἀλλὰ πάντας τηρεῖ καὶ πᾶσι πειρᾶται τὴν εἴσοδον ἀποκλείειν. ταῦτα ἐκείνου διηγουμένου ἤκουσα, οὔπω δὲ οὔτε ἐθέμην οὔτε ἀπεῖπον τῇ ἐξηγήσει. 41, 9 ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ ὁδηγούμενος ὡς πόλις ὀχυρά. κἂν σφόδρα οὖν τινες, φησίν, ὁμονοήσωσιν ὡς μὴ διασπασθῆναι, καὶ τούτοις ἐπιτίθεται. ὅρα δέ, μὴ καὶ περὶ τῶν κακιῶν καὶ τῶν