1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

85

σημαίνει, ὅτι πρὸς τῷ τρέφειν τὰ ἐφόδια παρεῖχε, πλουσίως καὶ ἱλαρῶς μετιὼν τὸ ἐλεημονιτικὸν καὶ φιλόπτωχον. 31, 35 χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν. ἀλλὰ καὶ τὰ πρὸς θεόν, φησίν, εὐλαβῶς διεκείμην. 267 31, 3537 συγγραφὴν δέ, ἢν εἶχον κατά τινος, ἐπ' ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου. ἢ τοῦτο λέγει ὅτι· οὐχ οἷά τις ἐγκαυχώμενος ἐπὶ τοῖς δανείοις ἀνελίττων ἀμφοτέραις χερσὶ τὰς συγγραφὰς δημοσίᾳ ὑπανεγίνωσκον τὸ γὰρ ἐπ' ὤμοις τοῦτο σημαίνει, ὡς διὰ τῶν ὤμων τῶν χειρῶν κινουμένων, ἢ ὅτι διαρρηγνὺς τῶν χρεωφειλετῶν τὰς συγγραφὰς καὶ συγχωρῶν τὰ ὀφλήματα πρότερον ἀναγινώσκων αὐτοῖς, εἶτα διαρρήσσων τὸν χάρτην στέφανον καὶ ἰδίαν εὐπρέπειαν ἐποιούμην τὴν συγχώρησιν. 31, 38 εἰ ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναζεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν. ἐπὶ τῇ ἁρπαγῇ τῶν ἀλλοτρίων δηλονότι ἢ καὶ τῷ ἀμισθὶ τὴν γῆν ἐργάζεσθαι. 31, 39 εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς. δύο ἐνταῦθα σημαίνει, ὅτι καὶ τὰ τιμήματα τῶν καρπῶν κατεβάλλετο καὶ οὐδὲ μόνος ἤσθιεν, ἀλλ' ἐκοινοποίει τοῖς δεομένοις τὰς τροφάς. 31, 39 εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα. ὡς κατὰ δυναστείαν ἁρπάσας τι τοῦ κτήτορος τῆς γῆς. 31, 40 ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ἀ_ν_τ_ὶ_ _σ_ί_τ_ο_υ_ _β_λ_α_σ_τ_ῆ_σ_α_ι_ _ἄ_κ_α_ν_ο_ς_. ἀνέγνωμεν δὲ ἐν ταῖς Βασιλείαις τὸ φυτὸν τὸν ἄκανον. καὶ ἡ βάτος δὲ 268 καὶ ὁ ἄκανος ἀκανθώδη φυτά· ἔοικε δὲ καὶ ἡ κνίδη τοιοῦτόν τι εἶναι. λέγει οὖν ὅτι· εἴ τι τῶν προειρημένων ἔπραξα, ἢ ἀλλοτρίαν γῆν παραιρούμενος ἢ ἀμισθὶ τὴν γῆν ἀνατέμνων καὶ ἐργαζόμενος, ἀκάνθας ἀντὶ τῶν ἡμέρων ἀντιδώῃ μοι καρπῶν. 31, 4032, 1 καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν, ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ, ἔτι δὲ ἀντειπεῖν Ἰώβ· ἦν γὰρ δίκαιος ἐναντίον αὐτῶν. ἐνταῦθα τὸν λόγον ἔστησαν συμπεράναντες τὸν διάλογον ὅ τε Ἰὼβ καὶ οἱ φίλοι. ἡσύχασαν δὲ οὐ προαιρετικῶς, ἀλλ' ἐπειδὴ πᾶσαν αὐτοῖς δικαιολογίαν ἀπέκλεισεν Ἰὼβ καὶ οὐκ ἦν αὐτοῖς ἀντειπεῖν πρὸς τὰ εἰρημένα. συνηπίσταντο γὰρ τῷ δικαίῳ τὰ κατορθώματα καὶ ὡς ἐκ διαθέσεως ἐμίσει μὲν τὸ κακόν, εἰλικρινεῖ δὲ τῇ πρὸς θεὸν ἀγάπῃ μετῄει τὸ καλόν. ἔδειξε γὰρ ὁ Ἰώβ, ὅτι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὸ πρὸς θεὸν σέβας ἄκρως ἐφύλαξε μετὰ τῆς θαυμαστῆς ταπεινοφροσύνης, ἣν παρίστησι τὸ ἐξαγορεύειν τὰ ἁμαρτήματα. 269 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΠΡΩΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· {περὶ τοῦ Ἐλιούς} ὠργίσθη δὲ Ἐλιοὺς ὁτοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ τῆς Αὐσίτιδος χώρας. Προθεωρία τοῦ κεφαλαίου τῶν φίλων τοῦ Ἰὼβ ἐπὶ παράκλησιν ἀφικομένων, ἔξω δὲ τοῦ σκοποῦ γεγενημένων τῆς ἀφίξεως καὶ τῇ βαρύτητι τῶν λόγων ἐπιτριβόντων τῷ δικαίῳ τὰ τραύματαἔφασκον γὰρ δι' ἁμαρτίας αὐτὸν πεπονθέναι καὶ μὴ ἄλλως τὸν θεὸν αὐτῷ ἐπάγειν τὰς κολάσεις, εἰ μὴ κατὰ ἀνταπόδοσιν· ἕπεσθαι γὰρ ἀεὶ ταῖς ἁμαρτίαις τὰς κακώσειςτοὺς αὐτῶν λόγους ὁ Ἰὼβ ἀμυνόμενος ἐπηπόρησε λέγων· εἰ ταῦτα οὕτως ἔχει, ὥσπερ ὑμεῖς φατε, πῶς πολλοὺς ὁρῶμεν ἀδίκους τιμωρίαν οὐ δεδωκότας μέχρι τέλους, πολλοὺς δὲ δικαίους πάσχοντας; εἶτα ὡς ἐσφαλμένας τῶν φίλων ἀποφεύγων τὰς κρίσεις αἰτεῖ θεὸν ἀπαλλαγῆναι τῶν βασάνων καὶ ἐπὶ αὐτοῦ τὴν δίκην εἰπεῖν καὶ παραθέσθαι τὰ ἑαυτοῦ δίκαια, ἵνα ἐπιδείξῃ, ὡς ἄδικον εἰργάσατο οὐδὲν τῆς τηλικαύτης μάστιγος ἄξιον. ταῦτα δὲ ἔλεγεν οὐ θεοῦ καταψηφιζόμενος ὡς ἄδικα πράττοντος, ἀλλὰ καὶ σφόδρα θαρρῶν τῇ αὐτοῦ δικαιοκρισίᾳ, τοὺς δὲ φίλους διελέγξαι θέλων, ὡς οὐ δικαίας κατ' αὐτοῦ ποιοῦνται τὰς κρίσεις. ὁ μὲν οὖν σκοπὸς τοῦ Ἰὼβ πρὸς τοὺς φίλους ὅλως ἀποτείνεται βουλομένου δεῖ 270 ξαι, ὅτι ἐπὶ θεοῦ δικάζοντος δίκαιος ἀναφανεῖται τοῦ ἀληθινοῦ καὶ ἀπροσωπολήπτου, οἱ δὲ μάτην αὐτοῦ κατηγοροῦντες οὐκ ἀληθεῖς ἔχουσι τοῦ δικαίου τὰς κρίσεις. τούτων ἐπακροώμενος ὁ Ἐλιοὺς καὶ οὐ νενοηκὼς τοῦ δικαίου τὴν διάνοιαν ᾠήθη λέγειν αὐτόν, ὡς ἄδικα πάσχει παρὰ θεοῦ δίκαιος ὤν. διὰ τοῦτο ζηλῶν ἐζήλωσε τῷ κυρίῳ καὶ ὠργίσθη κατὰ τοῦ Ἰώβ· οὐδὲν δὲ