1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

5

μετ' αὐτῶν. Προθεωρία τοῦ κεφαλαίου ὁ κοινὸς τῶν ἀνθρώπων ἀλιτήριος διάβολος οὐ φέρων τοῦ δικαίου τὴν ἐπ' ἀρεταῖς ἀνδραγαθίαν, ἀλλ' οὐδὲ ἔχων τινὰ ἐξουσίαν καθ' ἡμῶν, ὅπουγε οὔτε χοίρων ἔσχεν εἰ μὴ παρὰ τοῦ σωτῆρος εἴληφε, διαβάλλει πρὸς θεὸν τὸν δίκαιον ὡς οὐ δι' ἀρετὴν μετιόντα τὸ δίκαιον, ἀλλ' ὡς ἀντιμισθίαν εἰσφέροντα τῷ θεῷ ἐφ' οἷς αὐτὸν εὐηργέτησεν, ἐπεί φησιν· περίελε τὴν εὐδαιμονίαν καὶ ὄψει τοῦ τρόπου τὴν φαυλότητα· ὁμοῦ γὰρ τῇ τῶν χρημάτων ἀφαιρέσει καὶ εἰς πρόσωπον ἐξοίσει κατὰ σοῦ τὴν βλασφημίαν. ἐπὶ τούτοις θεὸς εἰδὼς τοῦ δικαίου τὴν κατὰ ψυχὴν ἀνδρείαν, βουλόμενος δὲ αὐτὸν καὶ διὰ τῶν ἀγωνισμάτων λαμπρότερον ἀναγορεῦσαι, δίδωσι τῷ διαβόλῳ τὴν κατὰ τῆς περιουσίας τοῦ Ἰὼβ ἐξουσίαν· ὁ δὲ οὕτως ἐπεξῆλθεν αὐτῷ τῇ τῶν ὑπαρχόντων ἀπωλείᾳ, ὡς ἀκριβῶς αὐτοῦ πᾶσαν ἐκκόψαι τὴν περιουσίαν καὶ μόνους ἀγγέλους ὑπολείψασθαι τῶν συμφορῶν ἀλλεπαλλήλοις αὐτὸν καὶ πικροτάταις βάλλοντας ταῖς ἀπαγγελίαις. ἐπειδὴ δὲ τὰ τιμιώτατα τῶν πατέρων κτήματα παῖδες τυγχάνουσιν, ἀπολαβὼν ὁ διάβολος τὴν ἀρίστην δεκάδα τῶν παίδων συνεστιωμένην ἀθρόον ἅπασι τὴν οἰκίαν ἐπέσεισε καὶ πολυάνδριον αὐτοῖς τὸν οἶκον 14 εἰργάσατο, ἄπαιδα τὸν πολύπαιδα ἐν μιᾷ καιροῦ καταστήσας ῥοπῇ. τότε ὁ ἀδάμας ἐκεῖνος Ἰὼβ ἀποδιδοὺς τῇ φύσει τὸ χρέος τὴν μὲν στολὴν ἔρρηξεν· ἐκείρατο δὲ καὶ τὴν κόμην πενθικῶς· φθέγγεται δὲ οὐδὲν ἀγεννὲς οὐδὲ ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοψυχίας, ἀλλ' ὁμοῦ τῇ ὑστάτῃ καὶ μεγίστῃ πληγῇ τὰς πολυυμνήτους ἐκείνας ἀφῆκε φωνάς· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. ταύταις ταῖς φωναῖς τὰς καιριωτάτας πληγὰς δεξάμενος ὁ διάβολος καὶ διαφερόντως διὰ τῶν εἰς τὸν δίκαιον ἐπαίνων τοῦ θεοῦ οὐκ αἰσχύνεται μέν (ἀναιδὲς γὰρ τὸ θηρίον), τὸν δὲ εἰς τὸ δέρμα τοῦ δικαίου προστίθησιν ἀγῶνα καὶ αἰτεῖ τὸν θεὸν ἐξουσίαν λαβεῖν τῷ σώματι χρήσασθαι τοῦ Ἰώβ. πάλιν δὲ ὁ φιλάνθρωπος θεὸς ὁ τοὺς οἰκείους στεφανίτας ἀγγέλοις καὶ ἀνθρώποις δημοσιεύειν βουλόμενος ἐπιτρέπει καὶ τοῦτο. ἐπειδὴ δὲ τὴν ἀνήκεστον πληγὴν εἴληφεν ὁ ἀνὴρ καὶ οὐδὲν ἧττον ἔμεινεν ἀκαμπὴς καὶ ἀκατάσειστος, ἐπὶ τὴν συνήθη τρέπεται πανουργίαν ὁ δράκων καὶ ὑποδραμὼν αὐτοῦ τὴν σύνευνον δι' αὐτῆς παραινεῖ τῷ δικαίῳ λέγων· εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. ἀλλὰ καὶ πάλιν κατὰ κόρρης εἴληφε τὴν πληγὴν ἀκούσας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; οὕτω τοῦ διαβόλου πολλάκις ὑπὸ τοῦ ἀθλητοῦ καὶ ἐν πολλαῖς ταῖς προσβολαῖς περιτραπέντος καὶ καταραχθέντος τρεῖς ἔνδοξοί τινες φίλοι τοῦ Ἰὼβ τῆς φήμης αὐτοῦ πανταχοῦ τὰς συμφορὰς περιαγγελλούσης ἀκούσαντες τὰ συμβεβηκότα ἦλθον αὐτοῦ πρὸς τὴν ἐπίσκεψιν. παραμυθίας δὲ οὐχ εὑρίσκοντες φάρμακον διὰ τὴν τῶν κακῶν ὑπερβολὴν σιωπῇ παρεκαθέζοντο τῇ προσεδρείᾳ τὴν συμπάθειαν ἐπιδεικνύμενοι. 15 Αἱ λέξεισ 1, 6 Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἦλθον παραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ ὁ διάβολος ἦλθεν μετ' αὐτῶν. ὁ μὲν θεὸς ἀόρατος πάσῃ γενητῇ κτίσει, ἄποσος ἀμεγέθης, πανταχοῦ παρὼν καὶ τοῖς πᾶσιν ἐφιστάμενος, τὰ πάντα περιλαμβάνων, καὶ οὐκ ἔστι τόπος ἔξω τῆς αὐτοῦ δεσποτείας, καὶ πάρεστιν ἑκάστῳ καθὸ προσήκει, τοῖς μὲν ἁγίοις ἀγγέλοις ὡς ἁγίοις ἀπορρήτους φωνὰς ἐπιταγμάτων ἐκπέμπων, τῷ πονηρῷ δὲ ὡς πονηρῷ συγχωρήσεις πειραστικὰς ἐφιείς. οὐ γὰρ δύναταί τινα πράττειν ὁ διάβολος, εἰ μὴ ὅσα συγχωρεῖται παρὰ θεοῦ, καὶ οὐχ ἵσταται μὲν εἰς τοὺς ὑπερουρανίους τόπους, μὴ γένοιτο· ἐκεῖθεν γὰρ ἐξεκυλίσθη. πῶς γάρ, φησίν, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; λέγεται δὲ παρίστασθαι μετὰ τῶν ἀγγέλων ὡς καὶ αὐτὸς ἐν τοῖς τόποις τῆς δεσποτείας τοῦ θεοῦ τυγχάνων καὶ ἀναμένων ἐπιτραπῆναι ἢ συγχωρηθῆναι τοὺς κατὰ τῶν ἀνθρώπων ποιεῖσθαι πειρασμούς, οὐ λειτουργίαν τινὰ ταύτην ἐκπληρῶν τῷ θεῷ· ἀλλ' ἐπειδήπερ ὑπὸ τῆς παρατροπῆς καὶ τῆς κακίας εἰς τοῦτο κατηνέχθη καὶ μέμηνεν καθ' ἡμῶν, συγχωρεῖται ὑπὸ τοῦ τὰ ἡμέτερα καλῶς διοικοῦντος πρὸς ἃ φέρειν δυνάμεθα