1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

17

ἄμεινον κρίνει ὁ λογικὸς ἄνθρωπος τὸ μηδὲ ὅλως γενέσθαι ἢ ἐν ἐγκαταλείψει γενέσθαι θεοῦ. 48 3, 25 φόβος γάρ, ὃν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. φησί που ψάλλων ὁ μεγαλογράφος· ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. εἶτα ἐπιφέρει· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος. ὁ δὲ μέγας Ἰὼβ ἐξ ὑπερβαλλούσης φιλοσοφίας ἐν πλούτῳ καὶ εὐθηνίᾳ οὐκ εἶπεν· οὐ μὴ σαλευθῶ, ἀλλὰ καὶ σφόδρα ἐδεδοίκει καὶ περιδεὴς ἦν, μή τι προσκρούσῃ θεῷ, μὴ ἐκτὸς τῆς θείας σκοπῆς γένηται. διὰ τοῦτο νῦν ἀγωνιᾷ καὶ τὸν θάνατον ποθεῖ ὑπονοῶν, ὅτι τοῦτο πέπονθεν, ὅπερ ἐφοβεῖτο, καὶ ὁ ὑπ' αὐτοῦ ποθούμενος θεὸς ἀπεστράφη τὰ κατ' αὐτόν. 3, 26 οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή. οὐδέποτε, φησίν, ἀπεμερίμνησα, οὐ μετὰ τῆς ἁμαρτίας εἰρήνευσα, οὐκ ἐφησύχασα τοῦ ἀγαθοποιεῖν, τὴν ὀργὴν καὶ ἀποστροφὴν τοῦ θεοῦ δεδοικὼς τὴν νῦν ἐπελθοῦσάν μοι. 49 ΚΕΦΑΛΑΙΟΝ ΤΕΤΑΡΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; Προθεωρία τοῦ κεφαλαίου καὶ ταῦτα μὲν ὁ ἐν ταῖς βασάνοις κείμενος, ταῦτα ὁ ἐκ πλουσίων πένης, ὁ ἐκ πολυπαίδων ἄπαις, ὁ πᾶσιν ἐλεεινὸς καὶ ἀπερριμμένος ἐφιλοσόφησεν. καὶ δέδειχε μέν, ὡς ἐπαισθάνεται τῶν ἀλγηδόνων· ἔξω δὲ γίνεται τοῦ σώματος ἐν αὐταῖς μέσαις ταῖς βασάνοις καὶ προφητεύει κατὰ θείαν χάριν καὶ τὸ περὶ ἀθανασίας ψυχῆς κάλλιστον εἰσηγεῖται μάθημα, δι' ὧν διδάσκει μὴ συναπόλλυσθαι τοῖς σώμασι τὰς ψυχάς, ἀλλ' ἐν ᾅδου τυγχάνειν. καὶ παιδεύει τοὺς πλουσίους καὶ παραμυθεῖται τοὺς ἐν ἀνάγκαις πέρας ἁπάντων εἶναι λέγων καὶ τῶν ἐν βίῳ φοβερῶν καὶ τῶν δοκούντων ἡδέων· καὶ ὅτι χρησίμως καὶ σφόδρα φιλανθρώπως ὑπὸ θεοῦ τοῖς ἀνθρώποις τὸ τοῦ θανάτου μυστήριον ᾠκονομήθη διὰ τὸ καὶ κακίαν ἐπέχειν καὶ πόνων φέρειν ἀνάπαυλαν· καὶ ὡς οὐ δεῖ καταφρονεῖν ἐν ταῖς εὐθηνίαις, ἀλλ' ἐννοεῖν τοῦ βίου τὸ εὐμετάπτωτον καὶ δεδοικέναι· καὶ ὅτι τὸ ἀποθανεῖν ἄμεινον ἢ ἐν προσκρούσει γενέσθαι θεοῦ. ταῦτα οὐ νενοηκότες οἱ περὶ τὸν Ἐλιφάζ, ὑποπτεύσαντες δὲ 50 βλασφημίαν εἶναι κατὰ θεοῦ τὸ ποθεῖν τὸν δίκαιον ἀπαλλαγῆναι τοῦ βίου, ἀλόγῳ κινοῦνται ζήλῳ· καὶ ἐκταραχθέντος αὐτοῖς τοῦ θυμικοῦ οὐκ εὐλόγῳ θυμῷ χρώμενοι κατὰ τοῦ δικαίου πλανῶνται περὶ τοὺς τῆς προνοίας λόγους· καὶ νομίζοντες, ὅτι δι' ἁμαρτίας μόνον πάσχουσιν οἱ ἄνθρωποι, τὴν ὑπὲρ τοῦ θεοῦ δῆθεν συνηγορίαν ἀναλαβόντες, ὅτι δικαίως καὶ ὡς ἁμαρτωλὸν τιμωρεῖται τὸν Ἰώβ, προσθήκη τῶν ἀλγηδόνων οἱ ἐπὶ παραμυθίαν ἥκοντες αὐτῷ γεγόνασιν. ποιοῦσι δὲ τοῦτο οὐ κακονοίᾳ τινί, ἀλλ' οἰόμενοι τὸν ἑαυτῶν φίλον ἐπιστρέφειν καὶ καλλίονα ποιεῖν καὶ διὰ τοῦ ἐκφοβεῖν ἐπὶ μετάνοιαν προτρέπειν. διὸ καὶ ὑπὸ τοῦ κυρίου ἀγανακτοῦνται μὲν ὡς οὐ δίκαια λαλήσαντες, συγχωροῦνται δὲ ὡς οὐ κακονοίᾳ τινί, εὐνοίᾳ δὲ μᾶλλον τῇ περὶ τὸν δίκαιον καὶ τῇ πρὸς θεὸν εὐλαβείᾳ τὰ τοιαῦτα φθεγξάμενοι. ἔστιν οὖν οὐδὲ ἡ τῶν φίλων ἀντιλογία ἀνωφελὴς ἡμῖν, εἰ καὶ μὴ κατὰ τὸ δέον μηδὲ ἐν καιρῷ μηδὲ ἐπὶ προσώπου ταῦτα {μὴ} ὀφείλοντος ἀκούειν γέγονεν. πρῶτα μὲν γὰρ διδασκόμεθα μὴ ὡς ἔτυχε τὰς παραινέσεις ποιεῖσθαι, ἀλλὰ μετὰ πολλῆς εὐλαβείας καὶ δεήσεως τῆς πρὸς τὸν θεόν, ὅπως ἀπλανεῖς ἡμῶν καὶ ἀδιαστρόφους φυλάξῃ τοὺς λογισμούς, καὶ ὅτι οὐδεμία ὠφέλεια, μᾶλλον δὲ καὶ βλάβη τῷ μὴ κατὰ τὸ δέον κρίνοντι, κἂν ὑπὲρ θεοῦ δοκῇ ποιεῖσθαι τοὺς λόγους. χρὴ τοιγαροῦν, ὡς ἔφην, μετὰ φόβου θεοῦ ποιεῖσθαι τοὺς λόγους· πέφυκε γὰρ ὁ πονηρὸς ἐφεδρεύειν ἡμῶν ταῖς διαλέξεσι καὶ τὸ θυμικὸν τῆς ψυχῆς ἐκταράττειν μέρος, ὡς ἂν σκοτωθέντες τὸν νοῦν καὶ τῆς εὐθείας παρατραπέντες οἱ ἐπὶ ὠφελείᾳ πολλάκις συναχθέντες βλάβης αἴτιοι ἑαυτοῖς γενώμεθα. πιθανῷ δὲ προοιμίῳ χρησάμενος ὁ Ἐλιφὰζ ἐν μέσοις πλανᾶται 51 τοῖς λόγοις καὶ πειρᾶται δεικνύναι, ὡς δι' ἁμαρτίας πάσχει ὁ Ἰώβ, καὶ ἐπιστρέφειν τὸν ἐπεστραμμένον καὶ πρὸς θεοσέβειαν ἕλκειν τὸν ἄμεμπτον καὶ θεοσεβῆ καὶ παρ' αὐτὰς μέσας τὰς ἀλγηδόνας τοιαῦτα φιλοσοφήσαντα. Αἱ λέξεισ 4, 1 Ὑπολαβὼν δὲ