1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

75

παραδοῦναι, ἀλλ' ἰδικῶς θεοῦ πρὸς τοῦτο διδασκάλου δεόμεθα καὶ τῶν ὑπὸ θεοῦ δεδειγμένων ἱερῶν ἀνδρῶν. διὰ τοῦτό τοι καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ ἰδίᾳ δυνάμει τὴν θεοσέβειαν ζητήσαντες ἠστόχησαν. τὸ γὰρ πρᾶγμα οὐκ ἀνθρώποις ἐστὶν ἐφικτόν, ἀλλὰ τῆς θείας δωρεᾶς τε καὶ χάριτος δέονται, ὅθεν καὶ ἐξ ἀρχῆς ὁ θεὸς τὰ μὲν δι' ὀπτα 236 σιῶν, τὰ δὲ δι' ἀγγέλων ἐπιφοιτήσεως, τὰ δὲ διὰ τῶν θεοφορουμένων ἁγίων προφητῶν τὴν θεοσέβειαν τοὺς ἀνθρώπους ἐξεπαίδευσεν. ὥστε κεῖται μὲν ἐν τῇ φύσει σοφία τις καὶ τῶν ἀλόγων ὡς καὶ παρὰ τῇ μελίσσῃ, διαφερόντως δὲ ἐν τοῖς λογικοῖς, ἐξ ἧς κινούμεθα περὶ τὰς τέχνας καὶ ἐπιτηδεύματα, τοῦ θεοῦ λόγῳ καὶ συνέσει παρὰ τὰ λοιπὰ ζῷα τετιμηκότος τὸν ἄνθρωπον, καὶ ταύτην ἔχομεν κοινῶς πάντες, ἄδικοί τε καὶ δίκαιοι, θεοσεβεῖς καὶ ἄθεοι. ᾗ γὰρ ζῷα λογικὰ γεγόναμεν, ὑπὸ θεοῦ ταύτην εἰλήφαμεν. τὴν δὲ τελείαν θεοσέβειαν, εἰ καὶ ταύτης τὰ σπέρματα κατὰ φύσιν ἔχομεν, πλὴν εἰς ἄκρον αὐτὴν κατορθῶσαι ἢ οἴκοθεν εὑρεῖν ἢ ἐν τόπῳ καταλαβεῖν ἀδύνατον, ἀλλὰ τῆς θείας καὶ μόνης πρὸς τοῦτο χρῄζομεν χάριτος, ἐφ' ᾧ πρὸς αὐτὴν ἡμᾶς ἀσφαλῶς χειραγωγῆσαι. διὰ τοῦτο καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην ὡς τοῦ κτήματος θεοδωρήτου τυγχάνοντος. δεῖ οὖν ἡμᾶς μὲν ζητεῖν ἐκ τῶν φυσικῶν κινουμένους ἐννοιῶν, θεὸν δὲ ἐξαιτεῖν ἐπὶ ταύτην ἡμᾶς ἀπλανῶς καθοδηγῆσαι. κἀκεῖνο δὲ εἰδέναι προσήκει, ὅτι ὡς δεῖ εἰδέναι οὐκ οἶδεν βροτὸς τὴν ὁδὸν αὐτῆς. 28, 15 οὐ δώσει συγκλεισμὸν ἀντ' αὐτῆς. συγκλεισμὸν ἔοικε λέγειν χρημάτων θησαυρὸν διὰ τὸ ταῦτα ἀσφαλῶς ἡμᾶς συγκλείειν. οὐκ ἔστιν οὖν, φησίν, πρᾶγμα ὤνιον ἡ τοιαύτη σοφία. 28, 1516 καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Σουφείρ. οὐδέν, φησίν, τούτου τοῦ κτήματος ἴσον εὑρίσκεται, οὐδὲ ἀντι 237 σταθμίζεσθαι δύναται τῇ σοφίᾳτοῦτο γὰρ λέγει τὸ οὐ συμβασταχθήσεται, οὐκ ἄριστος χρυσός, οὐκ ἀργυρίου πλῆθος. τὸ δὲ Σουφεὶρ ἐν τοῖς ἔμπροσθεν ἡρμηνεύσαμεν, ὅτι ἐπὶ πλούτου κεῖται ἡ λέξις. 28, 1617 ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος. ἀλλ' οὐδὲ τῶν λίθων οἱ τιμιώτατοι, σαρδόνυξ καὶ σάπφειρος, οὐχ ἡ διαφανὴς ὕαλος τούτῳ τῷ κτήματι παρισωθήσεται. ταῦτα δὲ διεξέρχεται ὁ μακάριος Ἰὼβ πείθων τοὺς φίλους ὡς πάντων μᾶλλον καὶ ἐπίσταται τῆς θεοσεβείας τὸ ὑπερφυὲς καὶ διαφερόντως αὐτῆς περιέχεται. 28, 17 καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ. ἀλλ' οὐδὲ δυνατὸν εἰπεῖν, ὡς πολλὰ κατ' αὐτὸν σκεύη χρυσᾶ ἀντάλλαγμα δύνανται τῆς σοφίας εἶναι. 28, 18 μετέωρα γὰρ καὶ γάβις οὐ μνησθήσεται. τὸ γάβις τὰ ἐπηρμένα ἔοικε σημαίνειν· ὁ γὰρ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ὕ_ψ_η_ _κ_α_ὶ_ _ἐ_π_η_ρ_μ_έ_ν_α_ _ο_ὐ_ _μ_ν_η_σ_θ_ή_σ_ε_τ_α_ι_. λέγει δέ, ὅτι πρὸς σύγκρισιν τῆς σοφίας οὐδὲ μνήμης ἄξια τυγχάνουσι πάντα τὰ παρὰ ἀνθρώποις εἶναι δοκοῦντα ὑψηλὰ καὶ ἐπηρμένα. 28, 18 καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. ἐσώτατα ἢ τὰ ἐν τοῖς ταμείοις ἐναποκείμενα χρήματά φησιν 238 ἢ τοὺς τιμίους λίθους τοὺς ἐκ τῶν ἐσωτέρων Ἰνδῶν ὡς ἡμᾶς κομιζομένους. πάντων οὖν, φησίν, κειμηλίων προτίμησον τὴν σοφίαν. καλῶς δὲ εἶπε· ἕλκυσον, οἱονεί· σπάσον ἐκ τῆς ἀληθινῆς σοφίας διὰ τῆς εὐσεβείας, κατὰ τὸ ἐν Ψαλμοῖς· τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα. ἐκεῖθεν γὰρ ἡμᾶς ἑλκύσαι ταύτην τὴν σοφίαν προσήκει, ἐκ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ μὴ γὰρ κατὰ μετοχὴν καὶ μετάληψιν τῆς ἀληθινῆς σοφίας τοῦ λόγου τοῦ πατρικοῦ, τὴν κατὰ θεοσέβειαν σοφίαν ἀναλαβεῖν ἀδύνατον. ἕλκυσον, οὖν φησιν, σοφίαν, ἀντὶ τοῦ· πνεῦμα σοφίας, ὃ κατὰ μόνην τὴν χάριν τῆς θείας χορηγεῖται δωρεᾶς. 28, 19 οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας. τὸ τὸ οὐκ ἔστιν ἄρθρον, ἀλλὰ μία λέξις ἐστὶ τοπάζιον. λέγεται δὲ ὁ λίθος εὑρίσκεσθαι παρ' Ἰνδοῖς καὶ εἶναι διαυγέστατος. 28, 19 χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. τὰ ἀλλήλοις ἀντισταθμιζόμενα εἰς ἑκατέρας κείμενα τὰς πλάστιγγας διὰ τῆς τρυτάνης ὁμοῦ συμβαστάζεται. οὐ συμβασταχθήσεται οὖν ἀντὶ τοῦ· οὐκ ἀντισταθμισθήσεται. 28, 22