1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

42

καὶ κουφισθῆναι τῶν βασάνων καὶ ἀφόβως εἰπεῖν. 13, 22 εἶτα καλέσεις, ἐγὼ δέ σου ὑπακούσομαι. ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. ἐάν, φησίν, γνῶ, ὅτι εὐμενῶς διάκεισαι πρός με, καὶ ἐρωτώμενος εἰς ἀπολογίαν ἔρχομαι. 13, 2324 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν με, τίνες εἰσίν. διὰ τὶ ἀπ' ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον; τὴν αἰτίαν ἐπιθυμῶ μαθεῖν, φησίν, τῶν κολάσεων καὶ ποίων πλημμελημάτων ἐκτίνων δίκας ταῦτα ὑπομένω. διὰ τί, δέσποτα, ἀποκρύπτεις με; διὰ τί ὡς ἐχθρῷ κέχρησαι τῷ φύλλων ἀδρανεστέρῳ; διὸ καὶ ἐπάγει· 13, 2514, 3 ἢ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι, ὅτι κατέγραψας κατ' ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου, οἳ παλαιοῦνται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς, ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐνώπιόν σου ἐν κρίματι; τὸ τῆς φύσεως εὐτελὲς εἰς ἱκετηρίαν προβάλλεται φύλλῳ παρεικάζων 129 τὸν ἄνθρωπον καὶ χόρτῳ τῇδε κἀκεῖσε περιφερομένῳ καὶ ἀσκῷ παλαιουμένῳ καὶ ἱματίῳ ὑπὸ σητῶν δαπανωμένῳ καὶ ἄνθει ταχὺ μαραινομένῳ καὶ σκιᾷ παρατρεχούσῃ. τὸν τοιοῦτον, οὖν φησιν, δέσποτα, εἰς ἀκριβεῖς εἰσάγεις ἐλεγμοὺς καὶ λεπτῶς τὰ κατ' αὐτὸν ἐξετάζεις. τὸ δὲ κατέγραψας κατ' ἐμοῦ κακά ἀντὶ τοῦ· ἀπεσημήνω πᾶν, εἴ τι καὶ ἥμαρτον ἐκ νεότητος. τὸ δὲ ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἵνα εἴπῃ ὅτι· ἀκριβῶς ἐφύλαξας τὰ κατ' ἐμὲ ὡς οἱ ἐν τῇ ξυλοπέδῃ δεσμοῦντες τοὺς καταδίκους. ὁ γὰρ Ἀκύλας οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ἔ_θ_η_κ_α_ς_ ἐν ξυλοπέδῃ τὸν πόδα μου. τὸ δὲ εἰς ῥίζας τῶν ποδῶν μου ἀφίκου, τουτέστιν· καὶ τὰ λεπτότατα τῆς πορείας μου ἐφύλαξας. τὸ δὲ πλήρης ὀργῆς ὁ Ἀκύλας _π_λ_ή_ρ_η_ς_ _κ_λ_ο_ν_ή_σ_ε_ω_ς ἐκδέδωκεν, ἵνα εἴπῃ, ὅτι καὶ ὀλιγοχρόνιός ἐστιν ὁ ἄνθρωπος καὶ ὁ βίος αὐτοῦ μεστὸς ταραχῆς. ταῦτα δὲ εἶπε καὶ συγγνώμην αἰτῶν, εἴ τι καὶ ἥμαρτεν, καὶ ἔλεον ἐπιζητῶν ἐπὶ τῇ ἀνθρωπίνῃ ταπεινότητι. 14, 46 τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ' οὐδείς, ἐὰν καὶ μίαν ἡμέραν ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. ἀριθμητοὶ δὲ μῆνες αὐτῷ παρ' αὐτοῦ, εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. ἀπόστα ἀπ' αὐτοῦ ἵνα ἡσυχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ ὁ μισθωτός. τί δεῖ, φησίν, περὶ ἀνθρώπου μακρὰ λέγειν, ὅπουγε καὶ αὐτὴ ἡ ἀνθρωπίνη γέννησις οὐκ ἄνευ ῥύπου καὶ ἁμαρτίας τυγχάνει; τοῦτο δὲ 130 λέγει ὡς προφήτης διὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ὡς γὰρ ὁ πολύνους ἀπόστολος ἔφη· διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἁμαρτωλοὶ κατέστησαν οἱ πολλοί. ἔστι δέ, φησίν, καὶ ἄλλως ὁ ἄνθρωπος ὀλιγοχρόνιος μέτρον εἰς ζωὴν παρὰ θεοῦ λαβών, ὅπερ ὑπερβῆναι παντελῶς ἀμηχάνως ἔχει. ἐλθὲ τοίνυν εἰς οἶκτον, δέσποτα, τοῦ οὕτως εὐτελοῦς, τοῦ ἐκ γεννητῆς ἁμαρτωλοῦ καὶ ὀλιγοβίου· καὶ ἀπόστησόν σου τὸ ἐταστικὸν ἀπ' αὐτοῦ, ἵνα ἀναπνεύσῃ δίκην μισθωτοῦ μετὰ τοὺς πολλοὺς καμάτους ὀλίγην εὑρίσκων ἀνάπαυσιν. 14, 710 ἔστι γὰρ δένδρῳ ἐλπίς. ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ. ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον. ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν. ἀλλὰ καὶ φυτῶν, φησίν, εὐτελέστερός ἐστιν ὁ ἄνθρωπος. ἐκεῖνα γὰρ καὶ μετὰ τὴν τομὴν δύναται ἐπανθῆσαι καὶ κλῶνας ἀναβλαστῆσαι ἀρδείας ὑδάτων τυχόντα καὶ ποιεῖν θερισμόν, ἀντὶ τοῦ· καρπόν. ἄνθρωπος δὲ ἅπαξ ἀποθανὼν παλινδρομῆσαι εἰς τὸν βίον οὐ δύναται. 14, 1112 χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη. ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανός, οὐ μὴ συρραφῇ καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν. ἀντὶ τοῦ· χρόνῳ δὲ σπανίζεται θάλασσα, ὁ Σύμμαχος· _ὡ_ς_ _ _ 131 ἐκρεῖ ὕδατα ἀπὸ θαλάσσης ἐκδέδωκεν. ὁ δὲ νοῦς οὗτος· ὥσπερ, φησίν, ὕδωρ ἀπὸ θαλάσσης ἐκρέον, οἷόν ἐστι τὸ ἐκ τοῦ Πόντου κατιὸν ῥεῦμα,