1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

66

ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ δικαίας. 6 τὰ προρρηθέντα τοῦ Ἰὼβ λέγοντος εἰκὸς ἦν τοὺς φίλους ἀντερεῖν ὡς· ταῦτα πάσχεις οὐ καθαρὸς ὤν, ὡς σὺ φής, ἀλλὰ τῶν πλημμελημάτων ἐκτίνων τὰς δίκας. γοργῶς οὖν ἐπιλύων τὸ ἀντιπῖπτον ἐπήγαγε λέγων· πῶς οἱ μὲν ἀσεβεῖς τὰ τῶν πλησίον ἀφαιροῦνται παρορίζοντες καὶ λυμαινόμενοι τοὺς ἀγχιτέρμονας καὶ ἀνηλεῶς σὺν τοῖς ποιμνίοις τὸν ποιμένα συναρπάζοντες καὶ ὀρφανῶν καὶ χήρας τὰς τοῦ ζῆν ἀφορμὰς παραιρούμενοιτὸν βοῦν δή φημι καὶ εἴ τι ἕτερον ὑποζύγιον, καὶ τοὺς ἀσθενεῖς καταδικάζουσι τὰς τοῦ δικαίου παρατρέποντες ψήφους ἐπ' αὐτοῖς, ὁ δὲ θεὸς ὥσπερ τῶν καιρῶν ἐπιλαθόμενος ὑπερτίθεται τὰς τιμωρίας; ὥρας γὰρ τοὺς καιρούς φησιν. ὁ δὲ νοῦς οὗτος· εἰ τοῖς ἁμαρτήμασι πάντως ἕπονται κολάσεις, εὔκαιρον ἦν ὁμοῦ τῷ πλημμελήματι τὴν τιμωρίαν ἐπάγεσθαι. νῦν δὲ οἱ μὲν ἀνήκεστα πράττουσιν, ὁ δὲ θεὸς ὥσπερ τῶν καιρῶν ἐκλελησμένος ἀνέχει τὰς ἀνταποδόσεις. τὸ διὰ τί οὖν οὐκ αἰτιατικῶς, ἀλλὰ προβληματικῶς ὡς πρὸς τοὺς φίλους εἴρηται. 24, 45 ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πραεῖς γῆς· ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ. ταύτας, φησίν, τῶν ἀδίκων τὰς πράξεις ὁρῶντες οἱ ἐπιεικέστατοι τὸν ἐρημικόν τε καὶ ἡσύχιον ἀσπάζονται βίον τὴν μετὰ τῶν ἀγρίων ζῴων ἢ μετὰ τοιούτων ἀνδρῶν διατριβὴν περιπτυσσόμενοι. 24, 5 ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν. 7 καὶ ἐπικρύπτοντες τὴν φανερὰν πονηρίαν ἐγκαθέτους τοὺς δόλους ἐργάζονται δοκοῦντες μὲν ὑπὲρ ἐμοῦ πράττειν, κατ' ἐμοῦ δὲ βουλευόμενοι. 24, 5 ἡδύνθη αὐτῶν ἄρτος εἰς νεωτέρους. ταῦτα δὲ ἔπραττον οἱ ἀσεβεῖς ὥσπερ ἄρτῳ ταῖς νεωτερικαῖς ἐπιθυμίαις ἡδόμενοι, ἢ καὶ νεανίσκους τινὰς ἐκτρέφοντες ἐφ' ᾧ δύνασθαι δι' αὐτῶν τὰς ἐπηρείας ἐργάζεσθαι. 24, 6 ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν. δύο κατὰ ταὐτὸν ἥμαρτον πρὸ ὥρας τοὺς καρποὺς τέμνοντες καὶ ταῦτα τοὺς ἀλλοτρίους· πεφύκασι δὲ τοῦτο ποιεῖν οἱ τὸν ληστρικὸν μετιόντες βίον διὰ τὸ τῷ καιρῷ τοῦ θερισμοῦ φυλάττεσθαι τοὺς καρπούς. 24, 6 ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ εἰργάσαντο. μεγίστη καὶ αὕτη παρανομία τὸ τοὺς πένητας ἀμισθὶ τοῖς πλουσίοις ἐργάζεσθαι. 24, 7 γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο. γυμνοὺς ἐκοίμισαν ἀντὶ τοῦ· γυμνώσαντες ἡσυχάσαι παρεσκεύασαν· ὑπὸ γὰρ τοῦ δέους οὐκ ἀντέλεγον οἱ γυμνούμενοι. ἀμφίασιν δὲ ψυχῆς λέγει τὸν ἔσχατον χιτῶνα· ὑπὸ γὰρ τοῦ κρύους πηγνυμένου τοῦ σώματος συμπάσχει καὶ ἡ ψυχή. 24, 8 ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλλοντο. 8 ληστρικὸν ὑπογράφει βίον· οἱ γὰρ τοιοῦτοι τὴν ἐρημίαν καταλαμβάνοντες αἴθριοι μὲν τὰ πολλὰ διανυκτερεύουσι καὶ διημερεύουσιν. εἰ δὲ καί ποτε σκεπάζεσθαι δέοι, φωλεοὶ τούτοις ἡ σκέπη καὶ πέτραι καὶ φάραγγες. 24, 9 ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ. ἐλεεινῶς καὶ ἀνοικτιρμόνως ἔτι τὴν μητρῴαν ἕλκοντα θηλὴν ἐφ' ᾧ τοῦτον ἑτέροις ἀπεμπολῆσαι. 24, 9 ἐκπεπτωκότα δὲ ἐταπείνωσαν. ἕτερον δὲ ἐταπείνωσαν ἐκπεπτωκότα τῶν ὑπαρχόντων αὐτοῦ τὰ προσόντα ἀφελόμενοι. 24, 10 γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως. ἄλλους δὲ ἀδίκως ἀπογυμνώσαντες οὐδὲν αὐτοῖς ἐποφείλαντας τὴν ἡσυχίαν ἀγαπᾶν παρεσκεύασαν. 24, 10 πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. εἰς ἐσχάτην αὐτοὺς καταστήσαντες πενίαν τε καὶ τροφῆς ἔνδειαν. 24, 11 ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν. περὶ τοὺς ἀμφικρήμνους ἐνεδρεύοντες τόπους· ἐν γὰρ ταῖς πλατείαις ἴσως που ἦν καὶ διαδρᾶναι τὸν ὑπ' αὐτῶν ἐνεδρευόμενον. 24, 11 ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν. καθόλου πάντες οἱ ἀσεβεῖς. 24, 12 οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο. 9 τοῦτο πρὸς τὸ γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως· οὗτοι γὰρ ὑπὸ τῶν παρανόμων ταῦτα πεπόνθασιν ἀπὸ πόλεως καὶ οἴκων ἐξελαυνόμενοι. 24, 12 ψυχὴ δὲ νηπίων ἐστέναξε μέγα. κάτωθεν ἐκ τοῦ τῆς καρδίας βάθους οὐκ εὐπορούντων αὐτοῖς τῶν γονέων μεταδοῦναι τροφῆς. 24, 1213 αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν; τοῦτο ὡς πρὸς τοὺς φίλους ἀπορῶν λέγει ὅτι· εἰ