1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

47

τοῖς ἀγαθοῖς· πυκάσαι γάρ ἐστι τὸ τοῖς κλάδοις συσκιάσαι. εἶτα ἐπιμείνας τῇ μεταφορᾷ πάλιν διὰ τοῦ ὄμφακος τὴν ἄωρον διέγραψε τελευτήν, τῶν δὲ ἀγαθῶν τὴν ἔκπτωσιν διὰ τῆς ἀπορροῆς τοῦ ἄνθους τῆς ἐλαίας. 15, 34 μαρτύριον γὰρ ἀσεβοῦς θάνατος. δεῖγμα γάρ, φησίν, τῆς τῶν ἀνθρώπων ἀσεβείας ὁ αὐτῶν θάνατος, ἀντὶ τοῦ· τὸ αἰσχρὸν τέλος δείξει τὰ κατ' αὐτούς. 15, 34 πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν. πῦρ φησι τὴν θείαν ὀργὴν καταφλέγουσαν πανεστίους τοὺς ἀπλήστους καὶ πλεονέκτας καὶ δώρων τὸ δίκαιον καταπροδιδόντας. 15, 35 ἐν γαστρὶ δὲ λήψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον. ὀδύνας φησὶ τὰς καθ' ἑτέρων, ἵνα εἴπῃ ὅτι· ὁ ἀσεβὴς τὸν δόλον ἔχων ἐν ἑαυτῷ βουλεύεται, πῶς ἑτέρους ὀδυνήσει. διὰ τοῦτο καὶ ἡ ἔκβασις αὐτοῦ καὶ τὸ τέλος κενὸν ἔσται καὶ μάταιον. τούτῳ δὲ ἐοικὸς καὶ ἐν Ψαλμοῖς εἴρηται· ἰδού, ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. τὸ δὲ ὑποίσει δόλον διὰ τὸ ἐκ προαιρέσεως ὑποδέχεσθαι τὰ κακά. κοιλίαν δὲ ὅλον τὸ ἐντὸς χωρίον φησὶ καὶ αὐτὴν τὴν ψυχήν. 144 ΚΕΦΑΛΑΙΟΝ ΕΝ∆ΕΚΑΤΟΝ Ὑπολαβὼν Ἰὼβ λέγει. ἀρχὴ τοῦ ῥητοῦ· ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες. Προθεωρία τοῦ κεφαλαίου {λέγει ὁ Ἐλιφάζ} τοῦ Ἐλιφὰζ εἰρηκότος τὰς κολάσεις τοῖς ἀσεβέσιν ἐπιφέρεσθαι πρὸς τοῦτο εὐθὺς ἀπαντᾷ Ἰὼβ καί φησιν· ἀκήκοα τοιαῦτα πολλά. μέμφεται δὲ τοῖς φίλοις ὡς οὐκ εἰδόσι παρακλητικοὺς προσαγαγεῖν λόγους, καὶ αἰσθάνεται μὲν διαβόλῳ παραδιδόμενος ὑπὸ θεοῦ, τὴν δὲ αἰτίαν ἀγνοεῖ. εἶτα καὶ λέγει τὰ περιέχοντα δεινά, καὶ αἰτεῖ μὴ παρασιωπηθῆναι τὰ κατ' αὐτόν, καὶ θεὸν ποιεῖται μάρτυρα τῆς ἑαυτοῦ συνειδήσεως, καὶ ποθεῖ τὸν θάνατον, καὶ πάλιν ἐκδιηγεῖται τὰς συμφορὰς εἰς ὀδυρμὸν κατακλείων τὸν λόγον. Αἱ λέξεισ 16, 2 ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες. τοιαῦτα μέν, οἷα λέγετε, πολλὰ ἤκουσα, ὡς τοὺς ἀσεβεῖς αἱ κολάσεις ἐκδέχονται· ὑμεῖς δέ ἐστε κακοὶ παρακλήτορες διὰ τῶν λόγων ἐπιτρίβοντές μοι τὰ πάθη. 16, 34 τί γάρ; μὴ τάξις ἐστὶ ῥήμασι πνεύματος, ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ; κἀγὼ καθ' ὑμᾶς λαλήσω. εἰπὲ γάρ· νόμος τίς ἐστι πρὸς πάντα τὰ λεγόμενα ἀνταποκρίνε 145 σθαι, ἢ ὑπὸ τίνος συνωθεῖσθε εἰς τὸ πάντως ἀντιλέγειν τοῖς παρ' ἐμοῦ; πλὴν ἐπειδὴ οὕτως ἐκρίνατε καὶ ὁ θέλων ὡς θέλει λαλεῖ, κἀγὼ καθ' ὑμᾶς λαλήσω. 16, 4 εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς, εἶτ' ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθ' ὑμῶν κεφαλήν. εἰ ὑπέκειτο, φησίν, ἡ ψυχὴ ὑμῶν ἐν τοῖς ἐμοῖς πάθεσι καὶ ἐνηλλόμην ὑμῖν καὶ ἐκίνουν καθ' ὑμῶν τὴν κεφαλὴν ὥσπερ ἐφηδόμενος τοῖς ὑμετέροις κακοῖς, τότε ἂν ἔγνων ὑμῶν τὴν καρτερίαν, καὶ τότε ἂν ἐμανθάνετε μὴ ἐν ἀλλοτρίαις φιλοσοφεῖν συμφοραῖς. ταῦτα γὰρ κατ' ἔλλειψιν νοούμενα προσυπακουστέον. ἢ καὶ μετὰ ἤθους ἀνάγνωθι· εἰ ἦτε ἐν τοῖς ἐμοῖς κακοῖς, ἆρα ἐνηλλόμην καθ' ὑμῶν τοῖς ῥήμασιν, ἢ ἐκίνουν καθ' ὑμῶν τὴν κεφαλήν; οὐδαμῶς, ἀλλὰ λόγοις ἂν ὑμᾶς ἐπέρρωσα παρακλητικοῖς. ταύτῃ δὲ συντρέχων τῇ ἐννοίᾳ καὶ ἕτερος τῶν ἑρμηνευτῶν οὕτως ἐκδέδωκεν· _ε_ἰ_ _ὑ_μ_ε_ῖ_ς_ _τ_ο_ῖ_ς_ _ἐ_μ_ο_ῖ_ς_ _ὑ_π_έ_κ_ε_ι_σ_θ_ε_ _π_ά_θ_ε_σ_ι_ν_,_ _ἑ_τ_έ_ρ_ο_ι_ς_ _π_ρ_ο_σ_ε_γ_ε_νόμην ἂν ὑμῖν λόγοις καὶ ἐκίνησα ἂν ἐφ' ὑμῖν τὴν κεφαλήν, ἐπέρρωσα ἂν ὑμᾶς διὰ τοῦ στόματός μου. 16, 56 εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα; ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; γένοιτο δέ με, φησίν, ἰσχυρῷ λόγῳ καὶ ἀνακεκαλυμμένῃ γλώττῃ κεχρῆσθαι πρὸς ὑμᾶς. εἶτα ἐρωτηματικῶς ἀνάγνωθι· ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα; ἀντὶ τοῦ· ἀλγήσω. ἐὰν δὲ 146 καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ καὶ λαλῶν καὶ σιωπῶν πάντως ἀλγεῖν μέλλω, ἄμεινον τὸ λαλεῖν, ἵνα μὴ δόξω τῇ σιωπῇ συγκατατίθεσθαι τῇ ὑμετέρᾳ κατηγορίᾳ. 16, 7 νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα. ἐγὼ μὲν οὖν, φησίν, εὔχομαι λόγων ἰσχὺν λαβεῖν· ἡ δὲ τιμωρία κατέσκυλέ με καὶ κατέκοψε καὶ κατέσηψεν ὡς μικροῦ δοκεῖν καὶ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν. 16, 8 καὶ