1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

46

φύσιν, ὡς καί τινας αὐτῶν ἀπολισθῆναι τῆς οἰκείας στάσεως, τὸ δὲ οὐρανὸς δὲ οὐ καθαρὸς ὅτι· καὶ αὐτὸς πολλάκις ὑπὸ νεφῶν συγκαλύπτεται. 15, 1718 ἀναγγελῶ, σὺ δὲ ἄκουέ μου· ἃ δὴ ἑώρακα ἀναγγελῶ σοι, ἃ σοφοὶ ἐροῦσι καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν. σοφὸν τοιγαροῦν ἄκουε λόγον, ὃν οἱ παλαιότεροι παῖς παρὰ πατρὸς διεδέξαντο. ἀληθῆ δὲ εἶναι τοῦτον καὶ ἡ πεῖρά μοι παρέδωκεν. 15, 19 αὐτοῖς δὲ μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. οἱ δὲ τὸν σοφόν, φησίν, παραδεδωκότες ἡμῖν λόγον οὕτω καὶ θεοσεβεῖς ἐτύγχανον, ὡς ἀταράχως τὴν ἑαυτῶν οἰκῆσαι γῆν οὐδενὸς αὐτοῖς πολεμίου ἐπεληλυθότος. τίς οὖν ὁ λόγος ὁ παλαιός, ἐπάγει. 15, 21 πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδόμενα δυνάστῃ, ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ. ὅταν {δὲ} δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. ἀεί, φησίν, τεταραγμένος ἐστὶν ὁ ἀσεβής, ἀεὶ ἐν φροντίδι, πρόσκαιρος αὐτοῦ ἡ δυναστεία, περίφοβός ἐστιν ἔνοικον ἀεὶ τὸ 141 δέος ἔχων. ἥξει δὲ αὐτῷ καὶ ἀδόκητος ἡ καταστροφὴ τῆς δοκούσης εὐημερίας. 15, 2224 μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, κατατέτακται δὲ εἰς σῖτα γυψίν, οἶδεν δὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα· ἡμέρα δὲ σκοτεινὴ αὐτὸν στροβήσει, ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει. σκότος λέγει τὴν τιμωρίαν. μὴ πιστευέτω οὖν, φησίν, ὅτι ἀτιμώρητος μένει, ὁ ἀσεβής· θεῖον γάρ ἐστιν ἔνταλμα ὑπὸ σιδήρου αὐτὸν ἀναιρεθῆναι καὶ ὑπὸ γυπῶν δαπανηθῆναι ἄταφον κείμενον. εἶπε δέ τι ὡς εἰκὸς συμβησόμενον δηλῶσαι βουλόμενος, ὅτι πάντως οἱ ἀσεβεῖς ὑπὸ τιμωρίαν ἔσονται. ἀλλὰ καὶ αὐτός, φησίν, συνεπίσταται ἑαυτῷ τὴν μέλλουσαν ἔσεσθαι πτῶσιν καὶ ὅτι μέλλει ὑπὸ σκότος εἶναι καὶ κλόνησιν καὶ θλῖψιν καὶ ἀνάγκην. 15, 2426 ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων, ὅτι ἦρκε χεῖρας ἐναντίον τοῦ κυρίου· ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν, ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ. ὁ ἀσεβής, φησίν, ὡς χεῖρας ἀνταίρων τῷ θεῷ καὶ τὸν αὐχένα διαίρων κατ' αὐτοῦ καὶ ὥσπερ τρέχων εἰς τὸ συμβαλεῖν αὐτῷ πρὸς παράταξιν οἷά τινα παχεῖαν ἀσπίδα τὴν ὑπερηφανίαν ἐπιφερόμενος καταβάλλεται καὶ πίπτει οἷά τις στρατοπέδων ἄρχων ὡς ὑπὸ ἀντιπάλου τοῦ θεοῦ τιτρωσκόμενος. 15, 27 ὅτι ἐκάλυψε πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρῶν αὐτοῦ. 142 οἱ εὐτραφεῖς ὑπὸ τῆς ἄγαν τρυφῆς πιμελῇ παχύνονται τὸ πρόσωπον καὶ διπλώματα καὶ περισαρκώσεις ποιοῦσιν ἐπὶ τῶν μηρῶν, ἃ δὴ περιστόμιον καλεῖ ὡς συνέχοντα τοὺς μηρούς. ὥσπερ οὖν, φησίν, οὗτοι τοιοῦτοι γίνονται, οὕτω καὶ ὁ ἀσεβὴς ὑπὸ τῆς εὐημερίας πανταχόθεν περιρρεόμενος καὶ σαρκικῇ δυνάμει πεποιθὼς εἰς ἀντίστασιν ἐπαίρεται τὴν κατὰ θεοῦ καὶ πολεμεῖ τοῖς αὐτοῦ διατάγμασιν· διὸ καὶ ὡς ἀντιμαχόμενος τῷ θεῷ ὑπ' αὐτοῦ καταβάλλεται. 15, 2829 αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους. ἃ δὲ ἐκεῖνος ἡτοίμασεν, ἄλλοι ἀποίσονται· οὔτε μὴ πλουτισθῇ οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα. τὴν παντελῆ ἐρημίαν τῶν ἀσεβῶν λέγει ὡς ἀντὶ πόλεων εὐθηνουμένων καὶ οἴκων ἐρημίαν αὐτοὺς οἰκεῖν ὑπὸ πενίας. οὐ γὰρ μὴ μείνῃ τοῦ τοιούτου, φησίν, τὰ ὑπάρχοντα. 15, 2933 οὐ μὴ βάλῃ ἐπὶ γῆς σκιὰν οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαραίνει ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. μὴ πιστευέτω, ὅτι ὑπομενεῖ. κενὰ γὰρ ἀποβήσεται αὐτῷ ἡ τομὴ αὐτοῦ· πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ. τρυγηθείη δὲ ὡς ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. μεταφορικῶς, ὡς ἐπὶ δένδρου εὐθαλοῦς καὶ πρὶν ἢ γηράσῃ ἐκτεμνομένου καὶ ἔτι ὄντος ἐν τῇ ἀνθήσει μαραινομένου, οὕτω διέγραψε τὸν ἀσεβῆ οὐ μέχρι τέλους εὐημεροῦντα. τὸ δὲ οὐ μὴ βάλῃ 143 ἐπὶ γῆς σκιὰν ἀντὶ τοῦ· ἐκκοπείη. τὰ γὰρ δένδρα, ἐν ὅσῳ μὲν ἵστανται, καὶ σκιὰν ποιοῦσιν, ἀποτμηθέντα δὲ οὐκέτι. ἀλλὰ μαρανθήσεται, φησίν, ὁ ἀσεβὴς ὡς φυτοῦ βλαστὸς ὑπὸ ἀνέμου, ἡ δὲ εὐημερία αὐτοῦ ὡς ἄνθος ἐκπεσεῖται. τὸ δὲ ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται ἐν ἀώρῳ ἡλικίᾳ τελευτήσει φησίν. τὸ δὲ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ ἀντὶ τοῦ· οὐ μενεῖ κομῶν