1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

121

κεφαλαίου μεγάλως ὁ θεὸς τοὺς οἰκείους τιμᾷ θεράποντας· ὅπουγε καὶ νῦν τιμωρίας ἀξίων φανέντων τῶν ἀμφὶ τὸν Ἐλιφὰζ διὰ τὸ τοῦ δικαίου καταψηφίσασθαι, ἀνῆκε τὴν ἀπειλὴν ὁ θεὸς καὶ τὴν τιμωρίαν συνεχώρησεν, αὐτῷ τῷ δικαίῳ τὴν συγχώρησιν χαριζόμενος. εἰ δέ τις ἐρεῖ φιλομαθῶς κινούμενος· διὰ τί τὴν Μαριὰμ ἐλέπρωσε κατὰ Μωυσέως λαλήσασανεἰ καὶ ὕστερον ἀποκατέστησεν αὐτῆς τὸ σῶμα τιμῇ πάλιν τῇ πρὸς τὸν ἑαυτοῦ θεράποντα, τοῖς δὲ ἀμφὶ τὸν Ἐλιφὰζ εὐθὺς τὴν συγχώρησιν δέδωκε μηδὲν αὐτοὺς περιεργασάμενος, φαμέν, ὅτι ἡ μὲν Μαριὰμ διὰ τῆς εἰς Μωυσέα λοιδορίας καὶ κατὰ θεοῦ τὴν βλασφημίαν ἔφερεν τοῦ δοξάσαντος τοῦ ἱεροφάντου τὸ πρόσωπον, οἱ δὲ φίλοι τοῦ Ἰὼβ τὴν ὑπὲρ θεοῦ συνηγορίαν ἀναδεξάμενοι εἰς μόνον τὸν δίκαιον ἐξημάρτανον ἀδίκως αὐτοῦ τὴν ἀσέβειαν καταλέγοντες. εἰ δὲ καὶ ζητήσεις· Ἀαρὼν δέ, διὰ τί μηδὲν ὑπέστη δεινόν, φαμέν, ὅτι τοῦ θεοῦ τιμῶντος τὴν ἱερωσύνην. δύο οὖν ἐντεῦθεν μανθάνομεν, ὅτι καὶ ἁμαρτίας ἔνοχον τὸ τῶν δικαίων κατηγορεῖν καὶ ὁ θεὸς τιμῇ τῇ πρὸς αὐτοὺς συγχωρεῖ τὰ ἁμαρτήματα. 385 Αἱ λέξεισ 42, 7 ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰώβ, εἶπεν ὁ κύριος Ἐλιφὰζ τῷ θαιμανίτῃ. ἔοικεν ὁ Ἐλιφὰζ αἰδεσιμώτερος τῶν ἄλλων τυγχάνειν· διὸ καὶ πρότερος τῆς πρὸς τὸν Ἰὼβ ἄρχεται διαλέξεως, καὶ νῦν ὁ κύριος πρὸς αὐτὸν διαλέγεται, καὶ ταῦτα τῶν λόγων τοῖς τρισὶν ἁρμοζόντων φίλοις. θεώρει δέ, ὡς εἰς ἐπήκοον ἁπάντων ὁ θεὸς ἐλάλει, ὡς ἂν εἰς πάντας ἡ τοῦ Ἰὼβ ἀρετὴ διὰ τῆς θείας μαρτυρίας κατάδηλος γένηται. 42, 7 ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδέν, ὡς ὁ θεράπων μου Ἰώβ. κατανόει τῆς θείας ῥήσεως τὴν ἀκρίβειαν· ὅσον μὲν γὰρ παρὰ ἀνθρώποις καλῶς μὲν ἐποίουν οἱ φίλοι θεῷ συνηγοροῦντες, οὐ καλῶς δὲ ἐποίει ὁ Ἰὼβ πρὸς θεὸν θέλων δικάσασθαιὅπουγέ τινες καὶ μέχρι νῦν προσκόπτουσι τοῖς αὐτοῦ ῥήμασι τῇ τῶν λέξεων προφορᾷ μόνῃ προσέχοντες, παρὰ δὲ τῇ θείᾳ καὶ ἀδεκάστῳ καὶ ἀπροσωπολήπτῳ κρίσει τὸ ἐναντίον ἐφάνη. διὸ καὶ εἶπεν· ἐνώπιόν μου· παρ' ἐμοὶ γάρ, φησίν, κριτῇ ὑμεῖς μὲν οὐδὲν ἀληθὲς ἐλαλήσατε ἀδίκως κατὰ τοῦ δικαίου τὰς ψήφους ἐκφέροντες, ὁ δὲ ἐμὸς θεράπων Ἰὼβ μετὰ τῆς ψιλῆς ἀληθείας πάντα ἐφθέγξατο. οὐ γὰρ διὰ ἁμαρτίας ἔπασχεν, ἀλλ' ἵνα ἀναφανῇ δίκαιος. τίς οὖν δύναται λόγων κατηγορεῖν, ὧν ὁ κύριος ἐπαινέτης κατέστη διὰ τῆς οἰκείας ἐπικρίσεως; καὶ 386 ἐπιτήρει, πῶς οἰκεῖον θεράποντα τὸν Ἰὼβ καλεῖ κἀν τῇ προσηγορίᾳ τιμῶν τὸν δίκαιον· καὶ οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις τοῦτο ποιεῖ. 42, 8 νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰώβ, καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν. ὁ ἑπτὰ παρὰ τῇ γραφῇ τίμιος καὶ τέλειος ἀριθμός. τέλεια τοιγαροῦν θύματα κελεύονται προσφέρειν ὡς μεγάλα ἐξημαρτηκότες, αὐτὸν δὲ τὸν Ἰὼβ ἱερέα κελεύει γενέσθαι καὶ τὰς ὁλοκαρπώσεις ἀναφέρεσθαι δι' αὐτοῦ προστάττει· οὕτω γάρ, φησίν, δίκαιός ἐστιν, ὡς καὶ ὑπὲρ ἑτέρων πρεσβεύειν· πρὸ δὲ τοῦ νόμου οἱ ἅγιοι δι' ἑαυτῶν τὰς θυσίας προσέφερον ὥσπερ καὶ ὁ Ἀβὲλ καὶ ὁ Νῶε καὶ ὁ Ἀβραάμ. 42, 8 Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται ὑπὲρ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ δι' αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς. οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ἰώβ. βαβαὶ τιμῆς ὑπερβολῇ, ἣν τοῖς ἁγίοις ὁ κύριος ἀπονέμει. θανάτου μὲν γὰρ ἔνοχον ἀποφαίνει τὸ τῶν δικαίων καταλαλεῖν, καὶ τὴν θανατηφόρον δὲ τιμωρίαν συγχωρεῖ τιμῇ τῇ πρὸς αὐτούς. 387 ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ ΠΡΩΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἐπορεύθη δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης. Προθεωρία τοῦ κεφαλαίου ἤρξατο μέν, ἀφ' οὗ ὁ θεὸς ἐχρημάτισε πρὸς αὐτόν, τὰ ἔπαθλα τῷ δικαίῳ διδόσθαι. αὐτὸ γὰρ τὸ καταξιωθῆναι τῆς θείας ὁμιλίας καὶ διδασκαλίας καὶ μαρτυρίας πρῶτον ἐδέξατο στέφανον, νῦν βραβεῖα δέχεται δεύτερα τὸ ὑπὲρ τῶν φίλων εὔχεσθαι καὶ τῶν ἀγώνων δέχεσθαι γέρα τὴν αὐτῶν συγχώρησιν. Αἱ λέξεισ 42, 910 ἐπορεύθη δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σωφὰρ ὁ Μιναῖος, καὶ ἐποίησαν, καθὰ συνέταξεν αὐτοῖς ὁ κύριος. καὶ