1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

110

τὰ ὄρη περινοστῶν τὰς βοτάνας ἀνιχνεύει πρὸς διατροφήν. κατὰ δὲ τὴν θεωρίαν ὁ πνευματικὸς ἄνθρωπος τῶν οὐρανίων τὰς πολιτείας κατασκέπτεται καὶ ἐπιζητεῖ οὐ τὰ παρόντα, ἀλλὰ τὰ ἐν τῷ ἀμερίμνῳ αἰῶνι. 39, 912 βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἢ ἑλκύσει σου αὔλακας ἐν τῷ πεδίῳ; πέποιθάς τε ἐπ' αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; πιστεύσεις δέ, ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σοι τὴν ἅλωνα; καθ' ἱστορίαν ὁ μονόκερως, ὃν δὴ ἕτερος τῶν ἑρμηνευτῶν ῥινοκέρωτα 348 ἔφη διὰ τὸ κατὰ μέσου τῆς κεφαλῆς τὸ κέρας ἔχειν, ἀλκιμώτατος ὢν ἀνυπότακτός ἐστι τῇ ἰσχύι καὶ τῇ ὀξύτητι τοῦ κέρατος πεποιθώς. μὴ ἀνέχεται οὖν, φησίν, ὁ μονόκερως ἐπὶ φάτνης καταδεῖσθαι καὶ αὔλακας τέμνειν καὶ ἀροῦν καὶ γεηπονεῖν καὶ εἰς ἅλωνα συνάγειν τὰ γενήματα; πρὸς δὲ διάνοιαν μονόκερώς ἐστιν ὁ ἅγιος, ὅτι πρὸς θεὸν μόνον ὁρᾷ καὶ αὐτὸν μόνον ἔχει κέρας καὶ ἰσχὺν καὶ ἀντίληψιν, ἢ ὅτι μόνα τὰ κοσμικὰ κερατίζει, δίκερως δὲ ὁ καὶ πρὸς τὰ τοῦ κόσμου βλέπων καὶ ἔχων πράξεις καὶ δεξιὰς καὶ ἀριστερὰς καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο κερατίζων. ὁ δὲ θεωρηθεὶς μονόκερως οὐκ ἀνθρωπίνοις πράγμασιν, ἀλλὰ μόνῳ θεῷ δουλεύει. 39, 1315 πτέρυξ τερπομένων νεέλασσα, ἐὰν συλλαβῇ ἀσίδα καὶ νέσσα, ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει καὶ ἐπελάθετο, ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει. βούλεται εἰπεῖν διαφορὰν ὀρνέων καὶ ὅτι τινὰ μὲν ὑπὸ θεοῦ συνητίσθησαν, τινὰ δὲ ἀσυνετώτερά εἰσιν· καί φησιν, ὅτι τερπνὸν μέν ἐστιν τῇ θέᾳ ἡ νεέλασσα, τὴν δὲ ἀσίδαν καὶ νέσσαν ἀσύνετα θεὸς ἐποίησεν. καὶ ἀσίδαν μὲν ἔφασάν τινες τὸν πελαργόν, κακῶς νοήσαντες· οὔτε γὰρ εἰς γῆν τίκτει ὁ πελαργός, ἀλλὰ εἰς τὰ ὑψηλὰ τῶν δένδρων, καὶ οἱ τὰ ὀρνιθιακὰ γράψαντες ἕτερον γένος ἔφησαν εἶναι παρὰ τὴν ἀσίδαν τὸν πελαργόν. ἀσύνετα οὖν, φησίν, ὄρνεα ἡ νέσσα καὶ ἡ ἀσί 349 δαοὕτω γὰρ καὶ Ἰερεμίας τὴν εὐθεῖαν προσηνέγκατο· ἡ ἀσίδα {καὶ ἡ νεέλασσα}· ἐπὰν γὰρ συλλαβόντα τέκωσιν, ὑπὸ τὴν γῆν θάλπουσι τὰ ᾠὰ καὶ ἀφίπτανται ὥσπερ ἐπιλαθόμενα, ὅτι καὶ ποσὶν ἀνθρώπων σκορπίζονται ταῦτα καὶ θηρία καταπατοῦσιν αὐτά. λόγος δέ, τὴν ἀσίδαν οἰκονομικῶς ἀνόητον ὑπὸ θεοῦ γενέσθαι· καὶ γὰρ ὑπεραίρει μεγέθει καὶ ἰσχύι ὡς δύνασθαι καταφρονεῖν καὶ ἱππέως, ἀλλὰ πρὸς τὴν ἰσχὺν οὐκ ἔσχε σύνεσιν, ὥστε μὴ πάντως σώζεσθαι τοὺς νεοττοὺς καὶ ἐκ τούτου πληθύνεσθαι τὸ εἶδος. ἔστι δὲ καὶ οὕτω νοῆσαι· τοῖς τερπομένοις τοῖς ὄρνισιν ὡραῖον θέαμα ἡ νεέλασσα, μάλιστα ὅταν εὑρίσκηται μετὰ ἀσίδης καὶ νέσσας καὶ συλλάβωσιν ἀλλήλοις. ἔστι δὲ ἡ ἀσίδα εὐηθὲς ὄρνεον. ὁ δὲ Ἀκύλας _ἐ_ρ_ω_δ_ι_ο_ῦ_ _κ_α_ὶ_ _ἱ_έ_ρ_α_κ_ο_ς ἐκδέδωκεν ὡς καὶ τούτων ὑπὸ χοῦν θαλπόντων τὰ ᾠά. ἐγὼ δὲ τέως οὐκ ἔχω πείθεσθαι, ὅτι ἐρωδιὸς ἐν γῇ τίκτει διὰ τὸ λέγειν τὸν ψαλμῳδόν· τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν ὡς τῶν δένδρων τῶν ὑψηλοτάτων τὰς κόμας οἰκοῦντος τοῦ ὄρνιθος. οἱ δὲ τὰ περὶ τούτων ζητήσαντες καὶ αὐτοπτήσαντες τὸ ἀκριβὲς ἴσασιν, ἡμῖν δὲ οὐ σχολή, τὰ τοιαῦτα λεπτολογεῖν ἅπαξ τὸν νοῦν ἐγνωκόσι τῆς γραφῆς, ὅτι βούλεται εἰπεῖν ὀρνέων διαφοράν. τινὲς δὲ ἔφασαν τὴν νεέλασσαν τὴν Ἀραβίδα εἶναι τὴν ὄρνιν, ἥτις ἐν τῇ Μεσοποταμίᾳ εὑρίσκεται. 39, 16 ἀπεσκλήρυνε τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτήν. αὕτη οὖν, φησίν, ἡ ὄρνις ἡ τὸ ᾠὸν μεθεῖσα καὶ ἀμελήσασα ἀπεσκλήρυνενἀντὶ τοῦ· εἴασε καταπονεῖσθαιτοὺς νεοττούς, ἵνα μὴ 350 ἑαυτὴν καταπονήσῃ νεοττοτροφοῦσα. 39, 16 εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου. μὴ φοβηθεῖσα οὖν τὴν τῶν νεοττῶν ἀπώλειαν, ἀλλὰ ἀμελήσασα εἰς κενὸν ἐκοπίασε συλλαβοῦσα καὶ ἀποτεκοῦσα οὐ πάντως περισῳζομένων τῶν νεοττῶν. 39, 17 ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει. τοῦτο δὲ ἡ ὄρνις ὑφίσταται, ἐπειδὴ ἀπεσιώπησενἀντὶ τοῦ· ἀνέσχενκαὶ οὐκ ἐπεμέτρησεν αὐτῇ ὁ θεὸς σύνεσιν. 39, 18 κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ. μετὰ δὲ τὸν καιρόν, φησίν, τοῦ ἀποτεκεῖν εἰς τὸν ἀέρα ἀφίπτανται, κατὰ μὲν τὸν Ἀκύλαν ὁ ἐρωδιὸς καὶ ἱέραξ, ἐν τῇ πτήσει τὸ θαρρεῖν