1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

80

φυλακὴν τῶν λογικῶν θρεμμάτων τῇ ἐκείνων παρεξετάζεικυνῶν γὰρ ἡ γραφὴ ἐπὶ ἐπαίνου μέμνηται διὰ τὸ φυλακτικὸν καὶ εὔνουν καὶ ἐπάγρυπνον ὡς ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν αὐτῶν, ἢ καὶ εὐτελεῖς τινες καὶ πονηροὶ αὐτὸν ἄνδρες ἐκερτόμουν, περὶ ὧν ἐπάγει καὶ τὰ ἐφεξῆς· 251 30, 2 καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι; ἀλλ' οὐδὲ ᾔτησα ἐπικουρίαν παρ' αὐτῶν, ἵνα διὰ τοῦτο τοιούτοις πρὸς ἐμὲ χρήσωνται ῥήμασιν. 30, 2 ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια. ἢ τοῦτο λέγει, ὅτι οὐκ ἔσχον γνώμην συνεσταλμένην, ἀλλὰ θρασεῖαν· ἢ ὅτι πάλαι δίκην ἐχρεώστουν πονηροὶ ὄντες καὶ τρόπον τινὰ ἀπέπτη αὐτῶν ἡ τιμωρία· ἢ ὅτι θανάτου ἐπιθυμοῦντες διὰ τὸ ἐνδεὲς καὶ τὴν ἄκραν πενίαν οὐ τυγχάνουσιν. 30, 3 ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος. ἀλλὰ καὶ ἐνδεεῖς εἰσιν, καὶ λιμώττοντες τρόπον ἐφευρεῖν καὶ γεννῆσαι ποριστικὸν οὐκ ἠδύναντο· τοῦτο γὰρ ἔοικε σημαίνειν τὸ ἄγονος. ἢ καὶ τοῦτο λέγει, ὅτι οὐδὲ ὑπὸ τῆς ἐνδείας ἐσωφρονίσθησαν γεννητικοὶ γενέσθαι τοῦ καλοῦ, ἀλλ' ἔμειναν ἄγονοι, γεννῆσαί τι ἀγαθὸν οὐ δυνάμενοι. δύναται δὲ καὶ καθ' ἑαυτὸν ὁ στίχος νοούμενος {εἶναι}πολλὰ γὰρ τῶν στιχηρῶν καθ' αὑτὰ νοοῦνταισημαίνειν τοὺς μὴ ἀπολαύσαντας λόγου διδασκαλικοῦ τροφῆς καὶ διὰ τοῦτο μηδὲν δυνηθέντας μαθεῖν ἀγαθόν. ἢ καὶ περὶ αὑτοῦ λέγει ὡς περὶ πενήτων μὴ διδασκαλίας ἀγαθῆς ἀπολαυσάντων. 30, 3 οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν. οἱ ἀπὸ χέρσου καὶ ἐρήμου χθέςἀντὶ τοῦ· ἐν τῷ παρεληλυθότι χρόνῳἐν συνοχῇ καὶ ταλαιπωρίᾳ ὄντες. ἔοικε δὲ ὡς ἀγενεῖς αὐ 252 τοὺς διαβάλλειν καὶ ἐξ ἀδόξων ὄντας χωρίων καὶ πατέρων πενήτων. καὶ ταῦτα δὲ ὁ μακάριος οὗτος ἐξηγεῖται, ἵνα ἐὰν καὶ ἡμεῖς ὑπὸ εὐτελῶν καὶ ἀτίμων τινῶν ὑβρισθῶμεν, μὴ ὡς μόνοι ταῦτα πεπονθότες δυσχεράνωμεν, ὅπουγε ὁ τοιοῦτος τὴν ἀρετήν, τοσοῦτος δὲ τὴν περιουσίαν καὶ περιφάνειαν τὰ αὐτὰ ἡμῖν καὶ τὰ χείρονα πέπονθεν. 30, 4 οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου. ἄλιμα βοτάνη τίς ἐστιν, ὥς φασιν, ταχὺ πληροῦσα τὸν ἐσθίοντα καὶ κόρον ἐμποιοῦσα. ἐπὶ ἠχοῦντι δέ, ἐπὶ φάραγξι καὶ πετρώδεσιν· εὔηχοι γὰρ οἱ τοιοῦτοι τόποι καὶ τοῖς φθεγγομένοις ἀντιφθέγγονται. ἢ καὶ ἠχοῦντα λέγει τὸν ὕλην ἔχοντα τόπον, ἐν ᾧπερ ἡ πνοὴ τῶν ἀνέμων κινοῦσα τὴν ὕλην ἦχον ἐργάζεται. λέγει οὖν, ὅτι περιενόστουν οὗτοι τὰς ὕλας καὶ τὰς φάραγγας ὑπὸ τῆς ἄγαν ἐνδείας τὰς βοτάνας ἀνερευνώμενοι καὶ τὰς ῥίζας τῶν ξύλων περιξέοντες εἰς τροφῆς παραμυθίαν. 30, 58 ἐπανέστησάν μοι κλέπται, ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν. ἀνὰ μέσον εὐήχων βοήσονται, οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο. ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. οἱ δὲ τοιοῦτοι καὶ εἰς λῃστείαν ἐτρέποντο οἴκους ἔχοντες τῶν πετρῶν τὰ κοῖλα καὶ τὰ αὐτόγλυφα σπήλαια, ἐν ἐρήμοις διαιτώμενοι καὶ ὑπὸ φρυγάνων σκεπόμενοι, ἐξ ἀφρόνων ἄφρονες, ἐξ ἀτίμων ἄτιμοι, ἀνώνυμοι καὶ ἄδοξοι ἐπὶ τῆς γῆς. 253 30, 9 νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν. ὠδή, φησίν, αὐτοῖς ἐγενόμην καὶ παρῴδημα, καὶ τὰς ἐμὰς συμφορὰς ἀντ' ἄλλης τινὸς ὁμιλίας ἀνὰ στόμα ἔχουσιν. 30, 10 ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. ἐπὰν δέ μοι πλησιάσωσιν, φησίν, ἐμπτύοντές μοι μακρὰν ἀφίστανται βδέλυγμά με καὶ ἀηδίαν ἡγούμενοι. 30, 11 ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με θεός. δηλονότι πανταχόθεν κατατοξεύσας. 30, 11 καὶ χαλινὸν τῷ προσώπῳ μου ἐξαπέστειλε δεσμοῦντα. πλήττει μὲν κἀν τούτῳ τὸν διάβολον ὁ δίκαιος Ἰὼβ μὴ φάσκων αὐτὸν δύνασθαί τι κατ' αὐτοῦ, τὸν δὲ θεὸν ἐπενηνοχέναι αὐτῷ τὰς πληγάς. λέγει δέ, ὅτι καὶ χαλινόν μοι ἐξαπέστειλεν οἱονεὶ δεσμοῦντα τὸ πρόσωπόν μου, ἵνα εἴπῃ, ὅτι ἀναπολόγητόν με πεποίηκε διὰ τῶν ἐλεγμῶν πάντων τὰς συμφορὰς εἰς ἀπόδειξιν ἀσεβείας μοι προφερόντων. 30, 12 ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν. ἢ τοῦτο λέγει, ὅτι τῷ πρότερον βλαστοῦντι καὶ εὐθαλοῦντι ἐξ ὑπερδεξίων ἐπανέστησαν