1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

60

ἕξουσιν ἀπὸ ὀργῆς· ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτὸς ὃν ὑφείλετο λαῖλαψ. ἀπὸ ὀργῆς τῆς θείας δίκης φησίν, ἐξ ἧς οὕτω ῥᾳδίως ἀποφυσᾶται καὶ διασκεδάννυται τὰ κατ' αὐτοὺς ὥσπερ ἄχυρα ὑπὸ ἀνέμου ἢ κονιορτὸς ὑπὸ λαίλαπος. 21, 19 ἐκλείποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. αὕτη πατέρων δυστυχία, τοὺς παῖδας ἐν ἀπορίᾳ διάγειν. ὅταν 186 οὖν, φησίν, ὁ ἀσεβὴς τῆς θείας ἀνταποδόσεως αἰσθηθῇ, τότε γνώσεται, ὡς καὶ θεὸς ἐφορᾷ τὰ πραττόμενα καὶ ἔστι τοῖς ἀσεβέσιν ἀποκειμένη τιμωρία. 21, ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου μὴ διασωθείη. σφαγὴν λέγει τὴν ἀπώλειαν. αὐτόπτης οὖν, φησίν, τῆς ἰδίας ἀπωλείας καταστήσεται οὐδεμίαν ἔχων ἐκ θεοῦ βοήθειαν. 21, 21 ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ' αὐτοῦ. τὸ θέλημα τοῦ ἀσεβοῦς ἡ ἀσέβειά ἐστιν. κατὰ τοίνυν, φησίν, τὸ ἴδιον θέλημα ἔσται καὶ αὐτῷ καὶ τῷ παντὶ αὐτοῦ οἴκῳ, τουτέστι· κατὰ τὰς ἰδίας ἁμαρτίας ἀπολήψεται. 21, 21 καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. ἀλλὰ καὶ διαιρεθήσεται, φησίν, ὁ χρόνος αὐτοῦ τῆς ζωῆς, καὶ ὀλιγοχρόνιος τελευτήσει. 21, 22 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; ταύτης οὖν, φησίν, τῆς δοκούσης παρὰ ἀνθρώποις ἀνωμαλίας τίς τοὺς λόγους οἶδεν; τίς τοῖς τῆς προνοίας ἐμβατεύει κρίμασιν; ἀλλ' οὐδείς, εἰ μή γε αὐτὸς ὁ κύριος θελήσοι συνετίσαι τινὰ καὶ τὴν περὶ τούτων ἐπιστήμην χαρίσασθαι. 21, 22 αὐτὸς δὲ σοφοὺς διακρινεῖ. μόνος οὖν, φησίν, τὰς τούτων αἰτίας οἶδεν ὁ πάνσοφος θεὸς ὁ 187 καὶ τοὺς παρὰ ἀνθρώποις σοφοὺς διακρίνων καὶ τοὺς μὲν θεοσόφους ἐγκρίνων καὶ ἀποδεχόμενος, τοὺς δὲ τὴν ἀνθρωπίνην μετιόντας σοφίαν ἀποκρίνων καὶ ἐξωθούμενος. 21, 2326 οὗτος ἀποθανεῖται ἐν κράτει ἀφροσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν. τὰ δὲ ἔγκατα αὐτοῦ πλήρης στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται. ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς οὐ φαγὼν οὐδὲν ἀγαθόν. ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν. τούτων οὖν τοὺς λόγους τίς οἶδεν εἰ μὴ θεός; πῶς ὁ μέν τις ἄφρων ἐν τῇ ἐπικρατείᾳ τῆς ἀφροσύνης ἀποθνήσκει πλήρης πάσης σαρκικῆς εὐημερίαςτοῦτο γὰρ σημαίνει διὰ τῆς πιότητος τῶν σαρκῶν καὶ μυελῶν, ἕτερος δὲ ἴσως που καὶ δίκαιος μὴ γλυκανθεὶς μηδὲ μετασχὼν μηδενὸς ἀγαθοῦ τῶν ἐν ἀνθρώποις τελευτᾷ τὸν βίον; καὶ ἀμφότεροι τὸν κοινὸν ὑπομένουσι θάνατον καὶ τὴν αὐτὴν τοῦ σώματος σῆψιν καὶ ἀνάλυσιν. 21, 2728 ὥστε οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἐπίκεισθέ μοι, ὅτι ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος, καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; ταῦτα, φησίν, ἐννοῶν οἶδα, ὅτι ἀποτολμᾶτε καὶ τὴν θείαν ὑπερβαίνετε δίκην ὡς κατὰ ἀσεβοῦς ἀποφαινόμενοι κατ' ἐμοῦ, λέγοντες, ὅτι δι' ἁμαρτίας ἐξηφανίσθη μου τὰ ὑπάρχοντα. 21, 29 ἐρωτήσατε δὴ παραπορευομένους ὁδὸν καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται. 188 πλήν, φησίν, εἰ καὶ ἀνωμαλία τις ὁρᾶται ἐν τῷδε τῷ βίῳ, ἀλλ' οὐ δίδωμι πλέον ἔχειν ἀρετῆς κακίαν. ἐὰν γάρ, φησίν, ἐξετασθῇ τὰ κατὰ τοὺς παραπορευομένους ὁδόν, τουτέστι τοὺς ἔξω τῆς θείας ὁδοῦ βαδίζοντας, γνώριμον ἔσται ἐξ αὐτῶν ὧν πράττουσιν, ὅτι τὴν θείαν οὐκ ἐκφεύξονται δίκην. τὸ γὰρ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται τοῦτο σημαίνει, ἀντὶ τοῦ· γνώριμα ἔσται τὰ κατ' αὐτούς· ποῖα δὴ ταῦτα; 21, 30 ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσεται. ὅτι εἰ καὶ κουφίζεται νῦν καὶ μετεώρισται τῇ προσκαίρῳ δόξῃ ὁ πονηρός, ἀλλ' ἡμέρα τις αὐτὸν ἀπωλείας καὶ θείας ὀργῆς ἀπεκδέχεται. 21, 31 τίς ἀναγγελεῖ ἐπὶ πρόσωπον αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ αὐτὸς ἐποίησε, τίς ἀνταποδώσει αὐτῷ; ἀπολοφύρεται τοὺς ἀσεβεῖς ὡς μὴ αἰσθανομένους τῆς ἀπεκδεχομένης αὐτοὺς κολάσεως καὶ ὅτι ἐστὶ θεὸς ὧν ἔπραξαν τὰ κατ' ἀξίαν ἀπονέμων αὐτοῖς. 21, 32 καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορῶν ἠγρύπνησεν. κατὰ κοινοῦ τὸ τίς ἀναγγελεῖ αὐτῷ, καὶ εἰς συναίσθησιν αὐτὸν ἀγάγοι, ὅτι εἰς τάφους ἀπενεχθήσεται καὶ μετὰ πάσας τὰς ἐπαγρύπνους μερίμνας ἡ σορὸς αὐτὸν καὶ τάφος ἐκδέχεται. 21, 33 ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου. πρὸς μὲν ῥητὸν οὖν