1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

41

ἔλεγχον στόματός μου, κρίσει δὲ χειλέων μου προσέχετε. κατανοήσατε τοιγαροῦν, ἃ μέλλω λέγειν εἰς ἔλεγχον ὑμῶν, καὶ ἐννοήσατε, εἰ κεκριμένως φθέγγομαι. 13, 7 πότερον οὐχὶ κατέναντι κυρίου λαλεῖτε, ἐναντίον δὲ αὐτοῦ φθέγγεσθε δόλον; οὐκ ἐννοεῖτε, ὅτι ὁ θεὸς ἐπακούει τῶν λόγων ὑμῶν; πῶς οὖν τολμᾶτε εἰς ὑπήκοον αὐτοῦ παρὰ τὸ ἀληθὲς φθέγγεσθαι; ἐπιτήρει δὲ καὶ ταῦτα τὰ ῥήματα τοῦ ἀμέμπτου καὶ ἀληθινοῦ, πῶς πανταχοῦ μέμφεται τὸ ψεῦδος, κἂν ὑπὲρ θεοῦ τις λέγειν δοκῇ· διόπερ αὐτὸς ἃ φρονεῖ σὺν ἀληθείᾳ καὶ μετὰ παρρησίας ἅπαντα διαλέγεται, ἐφ' ᾧ καὶ ὁ θεὸς αὐτὸν ἀποδέχεται αὐτὸς ὢν ἡ ἀλήθεια. τὸ γὰρ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστιν, ὥς φησιν ὁ σωτήρ. 13, 8 ἢ ὑποστελεῖσθε; οὐ δύνασθε κρυβῆναι ἀπ' αὐτοῦ ἐν τοῖς τοιούτοις ῥήμασιν. 13, 810 ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε. καλόν, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς. εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, οὐδέν τι ἧττον ἐλέγξει ὑμᾶς. ἀλλ' ὑμεῖς κρίνατε, εἰ μὴ ἀληθῆ λέγω ὅτι· ἐὰν τὰ καθ' ὑμᾶς ἀναζητήσῃ θεός, κἂν μυριάκις ὑπὲρ αὐτοῦ λαλεῖν δοκῆτε, ἐλέγξει ψευδομένους οὐδὲν τῆς ἀληθείας ποιούμενος προτιμότερον. 126 13, 1012 εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε, πότερον οὐχὶ ἡ δῖνα αὐτοῦ στροβήσει ὑμᾶς; φόβος δὲ παρ' αὐτοῦ ἐπιπεσεῖται ὑμῖν, ἀποβήσεται δὲ ὑμῖν τὸ γαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. ἀντὶ τοῦ εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε _μ_ὴ_ _κ_ρ_ύ_φα πρόσωπον αὐτοῦ δυσωπηθήσεσθε ὁ Σύμμαχος ἐκδέδωκεν. ὁ δὲ νοῦς τοιοῦτός ἐστιν· εἰ δὲ καὶ χαριζόμενοι, φησίν, τῷ κυρίῳ καὶ ὥσπερ αἰδούμενοι αὐτοῦ τὸ πρόσωπον κρυφαίως λαλεῖτε, ἄλλα μὲν ἔχοντες κατὰ διάνοιαν, ἕτερα δὲ φθεγγόμενοι, ἆρα οὐχ ἡ συστροφὴ αὐτοῦ καὶ ἡ ἔτασιςτοῦτο γάρ ἐστιν ἡ δῖνα αὐτοῦπεριτρέψει ὑμᾶς καὶ φοβήσει καὶ καταπλήξει; καὶ ἡ μεγαλαυχία ἡ ὑμετέρα ἀποδειχθήσεται οὐδὲν ἕτερον ἢ σποδὸς καὶ ὅτι οὐδὲν ἕτερον ἢ πηλὸς τυγχάνετεἀντὶ τοῦ· ἀλαζονεύεσθε σποδὸς ὄντες καὶ πηλός, καὶ μετ' ἐπικρύψεως λαλεῖτε ὡς θεῷ χαριζόμενοι· οὐ γὰρ ἀνέξεται ὑμῶν ψευδομένων, ἀλλὰ καὶ φοβήσει καὶ στροβήσειἀντὶ τοῦ· τιμωρήσειὑμᾶς. 13, 1314 κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. ἀκούσατε τοίνυν μεθ' ἡσυχίας, ἵνα ἀναπαύσωμαι παραμυθούμενος διὰ τῶν λόγων τὸ πάθος. τοῦτο γὰρ σημαίνει τὸ ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. 13, 1415 ψυχὴν δέ μου θήσω ἐν χειρί, ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται. τίθημι δὲ τὴν ἐμὴν ψυχὴν εἰς ἐνέχυρον ἕτοιμος ὢν τὴν ὑπὲρ τῶν λόγων ὑπομένειν δίκην· κἂν ἀνελεῖν θέλῃ ὁ ἀρξάμενός με βασανίζειν 127 θεός, ἑτοίμως ἔχω πάντα πάσχειν τὰ αὐτῷ δοκοῦντα. ὁ δὲ νοῦς οὗτος· εἰ μὴ τἀληθῆ φθέγγομαι, ἕτοιμός εἰμι ὑπομένειν ὅτι ἂν τῷ θεῷ δοκῇ. 13, 1516 ἢ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ, καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν· οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. ὁρᾷς, πῶς θαρρεῖ τῇ ἀληθείᾳ καὶ τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ; οἶδα, φησίν, ὅτι εἰς σωτηρίαν μοι ἀποβήσεται τὸ ἐναντίον θεοῦ τἀληθῆ λέγειν καὶ διελέγχειν ὑμᾶς ψευδομένους. 13, 1718 ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι. ἐγγὺς κύριος, λέγεται, τοῖς ἐπικαλουμένοις αὐτόν, ἀντὶ τοῦ· εὐμενὴς αὐτοῖς ἐστιν ὁ θεός. ἀκούσατε οὖν, φησίν, ἃ μέλλω λέγειν· εὐμενὲς γὰρ ἕξω τὸ κριτήριον ἐπὶ θεοῦ δικαίου καὶ ἀληθοῦς φθεγγόμενος, οὗ τῇ ἀληθείᾳ θαρρῶν πιστεύω δικαιότερα λέγων ὑμῶν ἀναφανήσεσθαι. ἢ καὶ οὕτως· ἐγγύς εἰμι τοῦ κρίματός μου, ἀντὶ τοῦ· ἕτοιμός εἰμι πάσχειν ὅ τι ἂν κρίνῃ ὁ θεός. θαρρῶν τῇ αὐτοῦ ἀληθείᾳ ἐλπίζω δίκαιος ὀφθήσεσθαι. 13, 19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; τίνα γάρ, φησίν, ὑμῶν κρινόμενος εὐλαβηθήσομαι, ἵνα σιωπήσω; τὸ δὲ ἐκλείψω ἀντὶ τοῦ· σιωπῶν γὰρ ὑπόδικον ἐμαυτὸν ποιῶ καὶ ἀναπολόγητον ὡς ἐκλειπουσῶν μοι τῶν δικαιολογιῶν. 128 13, 21 δυοῖν δέ μοι χρεία· τότε ἀπὸ προσώπου σου οὐ κρυβήσομαι, τὴν χεῖρά σου ἀπ' ἐμοῦ ἀπόσχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. μὴ γὰρ γένοιτο, φησίν, ἀποστῆναί μέ σουπρὸς δὲ τὸν θεὸν τὸν λόγον ἔτρεψεν, ἱκετεύω δὲ