1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

20

πάντα ἐπιστάμενον οὐ διαλανθάνει. τοῦτο γὰρ σημαίνει τὸ ἐναντίον τοῦ κυρίου. 4, 18 εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκόλιόν τι ἐπενόησεν. οἱ γὰρ ἄγγελοι, φησίν, οἱ γνήσιοι αὐτοῦ θεράποντες, ὅσον πρὸς τὴν τοῦ θεοῦ ἀκρίβειαν οὐκ εἰσὶν ἄμεμπτοι. τὸ γὰρ οὐ πιστεύει ἀντὶ τοῦ· εἰ πρὸς τὴν ἑαυτοῦ ἀκρίβειαν ἐξετάσοι, εὑρήσει μὴ ἐν πᾶσι πιστούς. τὸ δὲ σκόλιόν τι ἐπενόησεν ἀντὶ τοῦ· τρεπτὴν αὐτῶν τὴν φύσιν κατεσκεύασεν, ὡς ἐνδέχεσθαι διὰ τῆς τροπῆς καὶ μέμψεως ἐντὸς γίνεσθαι, ὅπερ οὖν καὶ πεπόνθασιν αἱ ἀποστατικαὶ δυνάμεις, ἐπεὶ μὴ τὴν φύσιν ἄτρεπτον ἐκληρώσαντο, προαιρετικῶς τῆς οἰκείας στάσεως ἀπολισθήσασαι. παῖδας δὲ αὐτοῦ τοὺς ἁγίους ἀγγέλους καὶ ἀνθρώπους φησίν. 58 4, 1921 τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο· ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν. τί οὖν χρή, φησίν, λέγειν περὶ τῶν ἀνθρώπων τῶν χοϊκῶν; εἰ γὰρ ἄγγελοι πνεύματά τε ὄντες καὶ οὐρανὸν οἰκοῦντες οὐκ ἄμεμπτοι πρὸς τὴν θείαν ἀκρίβειαν, τί ἂν πάθοιμεν ἡμεῖς οἱ γήϊνοι καὶ γῆν οἰκοῦντες; εἰ γὰρ πλήξει θεός, οὕτω ῥᾳδίως δαπανώμεθα καὶ οὐδὲ ὅλην ἡμέραν ἀντέχομεν, ὡσπερανεὶ λάχανα ὑπὸ σκωλήκων βρωθέντα ἢ ἱμάτια ὑπὸ σητῶν δαπανηθέντα· ὥσπερ γὰρ ταῦτα, οὕτω καὶ ἡμεῖς ἐσμεν ἀσθενεῖς. θεὸς δὲ οὕτω δυνατὸς καὶ μετ' εὐκολίας ἐξαφανίζων οὓς ἂν ἐθελήσῃ, ὅτι ὥσπερ ἀνθρώπῳ ῥᾴδιον τὸ φυσῆσαι, οὕτω θεῷ τὸ θελῆσαι μόνον καὶ ἀποξηρᾶναι. τροπικῶς δὲ ὡς ἐπὶ ἀνέμου φυσῶντος καὶ ἀνθῶν ξηραινομένων διὰ τὸ παραστῆσαι τοῦ θεοῦ τὴν ἐξουσίαν τοῖς λόγοις ἐχρήσατο. εἶτα, ἵνα μὴ δόξῃ λέγειν, ὅτι ἐπ' ἐξουσίας ἅπαντα πράττων ἀκρίτως ἐπιφέρει τὴν ὀργήν, φησὶν ὅτι· ταῦτα δὲ πάσχουσιν οἱ ἄνθρωποι οὐκ ἀκρίτως, ἀλλὰ διὰ τὸ μὴ ἔχειν σοφίαν, τουτέστιν· μὴ φοβεῖσθαι τὸν θεόν. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου. 5, 12 ἐπικάλεσαι δέ, εἴ τις σου ὑπακούσεται, ἢ εἴ τινα ἁγίων ἀγγέλων ὄψει. καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος. 59 τί οὖν, φησίν, ὑπὲρ τὴν ἀξίαν φθέγγῃ ἄνθρωπος ὤν; τοσοῦτον γὰρ ἀπολιμπάνεται θεοῦ ἄνθρωπος, ὅτι οὐ μόνον ἀόρατός ἐστιν ὁ θεὸς καὶ ἀκατάληπτος, ἀλλ' οὐδ', ἂν μυριάκις αὐτὸν ἐπικαλέσῃ, ἀποκρίνεταί σοι. τί δὲ λέγω περὶ θεοῦ, ὅπουγε καὶ οἱ αὐτοῦ λειτουργοί, οἱ ἅγιοι ἄγγελοι, ἀόρατοι τυγχάνουσιν ἡμῖν. σοφοῦ μὲν οὖν τὸ ταῦτα διανοεῖσθαι· τὸν δὲ ἄφρονα καὶ πεπλανημένον καὶ κατὰ θεοῦ θρασυνόμενον ἡ δικαία τοῦ θεοῦ κίνησις καὶ ὁ ζῆλοςἀντὶ τοῦ· τὸ μισοπόνηρον τοῦ θεοῦἀναιρεῖ. ἔστι δὲ καὶ καθόλου ἄφρονα νοῆσαι τὸν ὀργίλον, ἵνα ᾖ καθολικὸς ὁ λόγος, ὅτι παντὶ ἄφρονι καὶ ὀργίλῳ ἡ οἰκεία ὀργὴ θάνατον κατεργάζεται. παραινεῖ οὖν, μὴ θρασύνεσθαι κατὰ θεοῦ. 5, 3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βαλόντας, ἀλλ' εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα. ἐπειδὴ ἀντιπίπτει τῷ Ἐλιφὰζ τὸ καὶ ἀδίκους πολλάκις ἐν εὐημερίᾳ γίνεσθαι καὶ μάλιστα τὰ κατ' αὐτὸν τὸν Ἰὼβ πρότερον ἐν εὐπραγίᾳ τυγχάνοντα, τὸ ἀντιπῖπτον ἐπιλύων ἔφη, ὅτι ὁ ἄδικος, κἂν γένηται ἐν εὐπαθείᾳ τινὶ καὶ βεβαίως ἔχειν νομίσῃ τὰ ἀγαθάτοῦτο γάρ ἐστι τὸ ῥίζας βαλόντας, ἀλλ' οὐκ ἐπὶ πολὺ διαμένει. δίαιταν δὲ τὴν πᾶσαν αὐτῶν οἰκίαν καὶ ἐν εὐθηνίᾳ διαγωγήν φησιν. εἶτα ἐπιφέρει τῶν ἀσεβῶν τὰ ἀποτελέσματα. 60 5, 45 πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας. κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρετοὶ ἔσονται, ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς. ταῦτα πολλάκις μὲν συμβαίνει τοῖς ἀσεβέσιν. καὶ γὰρ ἐκληρονόμησεν ὁ Ἑβραίων λαὸς τὴν γῆν τῆς ἐπαγγελίας τῶν προτέρων οἰκητόρων δι' ἀσέβειαν ἀναιρεθέντων. οὐκ ἀεὶ δὲ ταῦτα συμβαίνει ἐν τῷ παρόντι βίῳ· αἱ γὰρ ἀνταποδόσεις οὐκ ἐνταῦθα πάντως, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ὥστε μὴ μετὰ διαιρέσεως τεθέντα οὐ καλῶς εἴρηται τῷ Ἐλιφάζ. τὸ δὲ πόρρω γένοιντο οὐκ εὐκτικῶς εἴρηται, ἀλλ' ὡς πάντως συμβαῖνον· οἱ γὰρ χρόνοι ἀδιαφόρως κεῖνται, καὶ