1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

79

τῷ θερισμῷ μου. ταῦτα, φησίν, ἔλεγον κατ' ἐμαυτόν, ὅτι δικαιοσύνῃ συζῶν καὶ τῆς θείας ἀπολαύων ἐπικουρίας ἀειθαλὴς ἔσομαι καὶ πολυχρόνιος· τοιοῦτον γὰρ ὁ φοῖνιξ. καὶ ὥσπερ τὰ δένδρα τὰ ἐπὶ ὑδάτων τὰς ῥίζας ἔ 248 χοντα, οὕτως ἤλπιζον ἀνθηρὸς εἶναι καὶ κατάκαρπος. καὶ ὡς καρποὶ δρόσου καὶ ὑετῶν ἀπολαύσαντες καὶ πλήρεις γενόμενοι καθ' ὥραν θερίζονται, οὕτως ἤλπιζον καταγηράσας τοῖς ἀγαθοῖς μεταλλάξειν τὸν βίον. 29, ἡ δόξα μου κενὴ μετ' ἐμοῦ καὶ τὸ τόξον μου ἐν τῇ χειρὶ αὐτοῦ πορεύσεται. ἔλεγον δέ, φησίν, ὅτι καὶ τὸ τόξον μου ἐν τῇ τοῦ θεοῦ χειρὶ πορεύσεται καὶ κατὰ σκοπὸν πάντα μοι ἐκβήσεται, ὡς βέλος ὑπὸ εὐφυοῦς τοξότου πεμπόμενον εὐθὺ τοῦ σκοποῦ φέρεται. λέγει οὖν ὅτι· ὑπὸ μὲν τῆς θείας χειρὸς ὑπενόουν ὁδηγεῖσθαι τὰ κατ' ἐμέ, νῦν δὲ κενή μου γέγονεν ἡ δόξα καὶ ἡ ἐλπίς, τουτέστι ματαία, εἰς τοὐναντίον μοι τῶν πραγμάτων περιτραπέντων. 29, 2122 ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ, ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο. νόμον ἡγούμενοι καὶ κανόνα καὶ στάθμην τὰ ἐμὰ ῥήματα, καὶ οὔτε προσθεῖναί τι τούτοις οὔτε ἀφελέσθαι δυνάμενοι. 29, 2223 περιχαρεῖς δὲ ἐγένοντο, ὁπόταν αὐτοῖς ἐλάλουν, ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιὰν προσεδέχοντο. ἔγκαρπα γὰρ ἦν αὐτοῦ τὰ ῥήματα καὶ δραστήριον εἶχον δύναμιν ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς· πρῶτον γὰρ ἐποίει, εἶτα ἐδίδασκεν. ἔπαινος δὲ καὶ τοῦ λέγοντος, ὅταν ἐμπράκτους ἔχῃ τοὺς λόγους, καὶ τοῦ ἀκούοντος, ὅταν μετὰ δίψης ἀκούσῃ καὶ πόθου. 29, 24 ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν. 249 διὰ τὸ ἀσύνηθες πεῖραν εἶναι τὸ πρᾶγμα νομίζοντες. ἐν τούτοις δὲ ἦθος ὑπέγραψε διδασκαλικόν· οὕτω γὰρ ἐμβριθῆ καὶ ἀμείλικτον εἶναι εἰς πᾶσαν γλυκυθυμίαν προσήκει τὸν θεῖον διδάσκαλον ὡς καὶ προσγελῶντα μὴ πιστεύεσθαι. 29, 24 καὶ φῶς τοῦ προσώπου μου οὐ κατέπιπτεν. ἀλλὰ καὶ θεία χάρις, φησίν, τοῦ προσώπου μου ἀπέλαμπε τῆς κατὰ ψυχὴν εἰρήνης προφαίνουσα τὸ κάλλος διὰ τῶν παρειῶν. ἢ καὶ τοῦτο λέγει ὅτι· τῶν ἐμῶν λόγων οὐδὲ εἷς ἦν σκοτεινὸς οὐδὲ ἀφεγγής, ἀλλὰ πάντες φωτὸς πεπληρωμένοι· πρόσωπον γὰρ διδασκάλων ἡ αὐτῶν διδαχή· διὰ γὰρ τοῦ χαρακτῆρος τὸν πατέρα τοῦ λόγου γνωρίζομεν. 29, 25 ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις. οὐ βίᾳ δὲ τὴν αὐτῶν ἀρχὴν ἥρπασα, ἀλλ' ἐπειδὴ τὰ συμφέροντα αὐτοῖς ἐκλεγόμενος εἰσηγούμην καὶ τὴν κατ' ἀρετὴν αὐτοῖς ὁδὸν ὑπεδείκνυον, ἄρχοντά με ἑαυτῶν ἀνέδειξαν, καὶ οὕτως ὑπετάγησάν μοι ὥσπερ στρατιῶται βασιλεῖ. εἴληπται δὲ τὸ ὄνομα αὐτῶν μονοζώνων ἔκ τινος κατὰ τὴν ὅπλισιν ἰδιότητος. 29, 25 ὃν τρόπον παθεινοὺς παρεκάλουν. ἀλλὰ καὶ ἐν πάθεσιν αὐτοὺς ὄντας, ἢ τοῖς κατὰ ψυχὴν ἢ τοῖς ἔξωθεν, λόγοις τε καὶ ἔργοις παρεμυθούμην. 250 30, 1 νυνὶ δὲ κατεγέλασάν μου, ἐλάχιστοι νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων. ἀλλ' εἰς τοσαύτην περιετράπη μεταβολὴν τὰ κατ' ἐμέ, ὡς τοὺς ἐλαχίστους δι' ἀπορίαν καὶ δυσγένειαν καὶ τὸ τῆς ἡλικίας νεώτερον καὶ τὸ παντάπασιν ἀχρείους εἶναι διὰ τὸ εἶναι πονηροὺς νουθετεῖν με ἐν μέρει, τουτέστιν οἴεσθαι διὰ τῆς νουθεσίας μέρος τι ἀνταποδιδόναι μοι τῶν εὐεργεσιῶν ὧν εἰς αὐτοὺς προεισήνεγκα. τὸ οὖν μηδὲ κυσὶν αὐτοὺς παραβάλλειν οὐκ ἀλαζονείας ῥῆμα, ἀλλὰ δεῖγμα τῆς ἐκείνων παντελοῦς ἀχρειότητος. κατὰ μὲν οὖν τὸ πρόχειρον περὶ ἑταίρων τινῶν ἔοικε λέγειν πτωχῶν καὶ εὐτελῶν ἀνδρῶν· ὡς δὲ πτωχούς τινας ἐθελοδιδασκάλους αἰνίττεται, δῆθεν περὶ ἄλλων λέγων καὶ περὶ ἐκείνων τὸν λόγον μηκύνων, νῦν οὖν, φησίν, νουθετοῦσί με οὐκ ἄξιοι ὄντες λόγους μοι εἰς συμβουλὴν εἰσφέρειν, ἐπειδὴ οὐδὲ οἱ πατέρες αὐτῶν τοιαύτην τινὰ δύναμιν ἀρετῆς κέκτηνται, ὡς ἄξιοι φαίνεσθαι τοῦ πιστευθῆναι τῶν λογικῶν θρεμμάτων τὴν φυλακήν, ἵνα εἴπῃ ὅτι· οὐδὲ οἱ πατέρες αὐτῶν τοὺς ἐμοὺς μαθητὰς νουθετεῖν ἄξιοι, καὶ νῦν οὗτοι νουθετεῖν ἐπιχειροῦσιν ἐμέ. ἢ οὖν τοῦτο λέγει καὶ οὐ κυσὶν ἀνθρώπους παραβάλλει, ἀλλὰ τὴν ἑαυτοῦ διδασκαλίαν καὶ