1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

69

δυνάμενοι. 25, 5 εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει. συντάσσει ἀντὶ τοῦ· παραγγέλλει. σημαίνει διὰ τούτου τὴν τοῦ θεοῦ δύναμιν. καὶ γὰρ πρὸς τῇ συντελείᾳ κελεύει τῇ σελήνῃ καὶ τὸ οἰκεῖον οὐκ ἐκλάμπει σέλας. 25, 5 ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. ἔστι φῶς φωτὸς καθαρώτερον· αὐτίκα γοῦν τὸ ἀστρῷον φῶς τοῦ παρ' ἡμῖν, τοῦ ἀνθρακώδους, τοῦ ἐκ πυρός, καθαρώτερον τυγχάνει. πρὸς οὖν, φησίν, τὴν θείαν καθαρότητα οὐδὲ τῶν ἄστρων τὸ φῶς τυγχάνει καθαρόν. 25, 6 ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ. ἔα δὲ ἀντὶ τοῦ· περιττὸν καὶ λογίσασθαι περὶ ἀνθρώπου, ὅλος γάρ ἐστι σαπρία καὶ σκώληξ περὶ τὴν σαπρίαν εἰλούμενος. ἔγκειται γὰρ ἡ διάνοια τοῦ ἀνθρώπου ἐκ νεότητος ἐπὶ τὰ πονηρά. ταῦτα δὲ εἶπεν ἐκ τοῦ περιόντος κατασκευάζων τὸν λόγον καὶ πλήττων τὸν Ἰὼβ ὡς ἐπὶ καθαρότητι σεμνυνόμενον. εἰ γὰρ οὐδέν, φησίν, τῶν ποιημάτων μέγα φρονεῖν ἐπὶ καθαρότητι δύναται, πόσῳ μᾶλλον ὁ ἄνθρωπος σαπρίας οὐδὲν διαφέρων καὶ σκώληκος. 218 ΚΕΦΑΛΑΙΟΝ ΕΝΝΕΑΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν; Προθεωρία τοῦ κεφαλαίου ἐπειδὴ περὶ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως ὁ Βαλδὰδ διελέχθη οἷά τις θεοῦ συνήγορος, πρὸς τοῦτο ὁ μακάριος Ἰὼβ ἀπαντᾷ καί φησιν· τί συνηγορεῖν σπουδάζεις θεῷ ὡς δεομένῳ τῆς ἐκ λόγων κατασκευῆς, ἵνα δειχθῇ σοφὸς καὶ δυνατός; εἶτα, ἵνα δείξῃ, ὅτι κάλλιον αὐτῶν καὶ ὑψηλότερον δοξάζει τὰ περὶ θεοῦ, περὶ τῆς αὐτοῦ σοφίας διεξοδικώτερον διαλέγεται καὶ ὑμνεῖ τὴν ἀκατάληπτον τοῦ θεοῦ δύναμιν καὶ προφητεύει περὶ τοῦ μονογενοῦς καὶ τὴν τυραννικὴν τοῦ διαβόλου καθαίρεσιν προλέγει. ταῦτα δὲ προοιμιασάμενός φησιν ὅτι· ἀμήχανόν με, πᾶν ὅ τι ἂν πάθω, ἄνομά τινα λαλῆσαι περὶ θεοῦ, ἕως ἂν εἰς θάνατον φθάσω· καὶ ὅρκῳ πιστοῦται τὴν ὑπόσχεσιν. εἶτα καὶ μετὰ καθαρᾶς συνειδήσεως παρρησιασάμενος λέγει, ὅτι αὐτὸς μὲν οὐδὲν ἑαυτῷ σύνοιδεν ἄτοπον πράξαντι, διαλήψεται δὲ ἡ θεία δίκη τοὺς ἀσεβεῖς. καὶ πάλιν ἀναλαμβάνει ἅτε δὴ τῆς θείας σοφίας τῆς ἐν τοῖς θείοις δημιουργήμασι φαινομένης καὶ ἐν τοῖς λογικοῖς κατεσπαρμένης καὶ τὸ σοφὸν εἶναι πάντων ἀποφαίνει τιμιώτερον. πολλὰ δὲ περὶ τῆς θεοδωρήτου ταύτης σοφίας διεξελθὼν καὶ ὡς οὐδὲν αὐτῇ παραβληθήσεται διδάξας καὶ τοῦτό φησιν, ὡς τὸ μὲν κλέος τῆς σοφίας εἰς πάντας διαδέδοται, τοὺς δὲ περὶ αὐτῆς λόγους εὑρεῖν ἀμήχανον· καὶ μάθημα παραδίδωσι κάλλιστον, ὅτι ἀρκεῖ ἀνθρώπῳ εἰς τὸ εἶναι 219 σοφὸν οὐ τὸ ζητεῖν τὰ ἀνεξερεύνητα, ἀλλὰ τὸ θεοσεβεῖν καὶ παντὸς εἴδους κακίας ἀπέχεσθαι, καὶ ταύτην ἀνάληψιν σοφίας καὶ ἐπιστήμης εἶναι ὁρίζεται. ταῦτα δὲ διεξῆλθεν ὁμοῦ μὲν τὰ περὶ θεοῦ δοξάζων καλῶς, ὁμοῦ δὲ καὶ τοὺς φίλους πείθων μὴ πάντως οἴεσθαι δι' ἁμαρτίας αὐτὸν πάσχειν, ἀλλὰ τοὺς περὶ τῶν τοιούτων λόγους τοῖς ἀνεξιχνιάστοις τοῦ θεοῦ καταλιμπάνειν κρίμασιν. διαλέγεται δέ, ὡς ἔφην, περὶ σοφίας οὐ τοῦ ἐνυποστάτου λόγου, τουτέστι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ· εἰ γὰρ καὶ αὐτὸς σοφία καλεῖται καὶ ἔστι τοῦ πατρός, ἀλλ' οὐ περὶ αὐτοῦ νῦν ὁ λόγος, ἀλλὰ περὶ τῆς κατὰ φύσιν ἐνεργείας τῶν ὑπὸ θεοῦ πεποιημένων λογικῶν συνισταμένης φιλόθεον καὶ φιλάγαθον προαίρεσιν, ἢν ἐν τοῖς λογικοῖς κατέσπειρεν ὁ δημιουργός. εἰ δὲ καὶ αὕτη ἀσύγκριτος καὶ τοσούτου ἀξία ἡ κατὰ μετοχὴν ἡμῖν δεδομένη, τί ἐννοῆσαι προσήκει περὶ τῆς αὐτοσοφίας, τῆς οὐσιώδους σοφίας, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῦ ὁμοουσίου τῷ πατρί, τῆς πατρικῆς σοφίας, τοῦ λόγου τοῦ ἐνυποστάτου, δι' οὗ καὶ ἡμεῖς λογικοὶ καὶ σοφοὶ κατὰ μετάληψιν καὶ μετοχὴν δι' ἁγίου πνεύματος γινόμεθά τε καὶ καλούμεθα τῇ θείᾳ χάριτι σοφιζόμενοι; Αἱ λέξεις 26, 2 τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων ἰσχυρός ἐστιν; τίνι τὴν παρὰ σαυτοῦ δύναμιν εἰσφέρεις καὶ τῇ αὐτοῦ συντάσσεις σαυτὸν μερίδι ἢ τίνι συνηγορεῖν σπουδάζεις ὡς τῆς σῆς ἐπικουρίας δεομένῳ; ἄπαγε, ἄνθρωπε, ἅπαντες ἴσμεν ὡς ἀνενδεής τε καὶ παντοδύναμός ἐστιν ὁ θεός. 2 26, 3 τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα