1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

23

μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. ἀλλ' ἐκφαυλίζετέ μου, φησίν, τὰ ῥήματα, ἐν ἀνέσει τυγχάνοντες καὶ οὐκ ἐννοοῦντες, ὡς αἱ παρὰ θεοῦ ἐπενεχθεῖσαι τῷ σώματί μου τιμωρίαιβέλη γὰρ τὰς τιμωρίας φησίνμετά τινος σφοδρότητος ἐκδαπανῶσί μου τὸ αἷμα καὶ τὴν ἰσχὺν καταναλίσκουσιν οὐδὲ φθέγγεσθαι ἀνωδύνως συγχωροῦσαι, ἀλλὰ κατὰ πάντα καιρὸν κατατιτρώσκουσαι. 6, 56 τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ' ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; φυσικοῖς καὶ αὐτὸς κεχρημένος παραδείγμασι καὶ τῶν ἑαυτοῦ λόγων τὸ εὔλογον δείκνυσι καὶ ὡς δικαίως οὐκ ἐπείσθη τῇ τοῦ Ἐλιφὰζ παραινέσει, ἀλλὰ πρὸς ἀντιλογίαν εἶδεν. ὥσπερ γάρ, φησίν, οὐ μάτην ἀνακράζει ὄνος ἄγριος, ἀλλ' ὅταν ἐπιδεὴς γένηται τροφῆς, οὐδὲ βοῦς ἐπὶ φάτνης, εἰ μὴ ἐπιλείποι τὰ βρώματα, οὕτως οὐδὲ ἐγὼ ἠθύμουν, εἰ μὴ πρὸς ἔσχατον ἐληλάκειν κακῶν. πῶς δὲ καὶ πεισθήσομαι τῇ ὑμετέρᾳ παραινέσει μήτε τὸ εὔλογον ἐχούσῃ μήτε πρὸς παραμυθίαν ἐξηρτυμένῃ; ὥσπερ γὰρ ἄναλος ἄρτος οὐ βρώσιμος, οὕτω καὶ λόγοι διακενοὶ καὶ οὐκ ἔχοντες τὸ πιθανὸν ἢ τὸ εὔλογον πείθειν οὐ δύνανται τοὺς ἀκούοντας· γεῦμα γὰρ τὴν πειθὼ λέγει ἐπιμείνας τῇ τοῦ ἄρτου τροπῇ. διὰ τοῦτο καὶ ὁ ἀπόστολος ἔλεγεν· ὁ λόγος ὑμῶν πάντοτε 68 ἐν χάριτι, ἅλατι ἠρτυμένος οἱονεὶ ἡδὺς καὶ νόστιμος, ἐπιστύφων τε ὁμοῦ καὶ καταγλυκαίνων τοὺς ἀκούοντας. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _μ_ὴ_ _σ_τ_έ_ν_ε_ι_ _λ_ι_μ_ῶ_δ_ε_ς_ _ὄ_ν_α_γ_ρ_ο_ς_ _π_α_ρ_ούσης χλόης· καὶ σαφέστερον τὸ φυσικὸν εἶπεν, ὅτι οὐ ζητεῖ ζῶον τροφὴν παρούσης τροφῆς. 6, 7 οὐ δύναται γάρ μου παύσασθαι ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. πῶς δὲ καὶ ἐμαυτὸν παραμυθήσασθαι δύναμαι ὁ καὶ τὴν τροφὴν αὐτὴν ἀηδίας καὶ δυσωδίας μεστὴν βλέπων; καὶ τοῦτο δὲ ἐξ ἀνάγκης συμβαίνει τοῖς ἄγαν νοσοῦσι καὶ ἀνορεκτοῦσιν. 6, 89 εἰ γὰρ δοίη καὶ ἔλθῃ μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δώῃ ὁ κύριος. ἀρξάμενος ὁ κύριος τρωσάτω, εἰς τέλος δὲ μή με ἀνελέτω. πρότερον ἴδωμεν, τίς ἡ ἐλπὶς τοῦ Ἰώβ, ἵνα καὶ τὰ παρόντα ῥήματα κατεξετάσωμεν. μεμνήμεθα τοίνυν, ὣς ἔλεγε πρὸς αὐτὸν ἡ γυνή· μέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου. προδήλου τοίνυν γεγονότος, ὡς ἤλπιζεν ἐκ θεοῦ σωτηρίας τυχεῖν, εὔδηλον, ὅτι ταύτην καὶ νῦν εὔχεται καί φησιν ὅτι· παιδεύσαι με ὁ κύριος, ἀλλ' ἐν κρίσει καὶ μὴ ἐν θυμῷ. ὥσπερ καὶ ὁ ∆αυὶδ ἔλεγεν· κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς μεοὐ γὰρ τὴν παιδείαν παρῃτεῖτο, ἀλλὰ τὴν μετ' ὀργῆς, τοῦτο τοίνυν κἀνταῦθά φησιν ὅτι· εἰ καὶ ἔτρωσεν, μὴ ἐπὶ πολὺ παρατεινέτω τὰς βασάνους· τοιαύτην γὰρ καὶ τὴν ἐλπίδα κέκτημαι. 69 6, 10 εἴη δέ μου ἡ πόλις τάφος, ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς. πρὸς μὲν ῥητὸν δοκεῖ λέγειν, ὅτι καὶ βέλτιόν μοι τὸ ἀποθανεῖν καὶ τάφον ἔχειν οἴκησιν ἀντὶ τῆς πόλεως, ἐφ' ἧς ἔνδοξος ὣν ἐν εὐημερίᾳ διῆγον. πρὸς δὲ διάνοιαν, ἐπειδὴ τὴν ἐλπίδα τῆς σωτηρίας προσεδέχετο, φησὶν ὅτι· γένοιτο δέ με ἀπολαβόντα μου τὴν ἐλπίδα τῇ ἀρίστῃ πολιτείᾳ καὶ τῇ δικαιοσύνῃ ἐναποθανεῖν περιφρασσόμενον ὑπὸ τοῦ θεοῦ ὡς τὸ πρότερον· τοῦτο γὰρ σημαίνει τὸ ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς. εἴτε τοίνυν διὰ τοῦ θανάτου, εἴτε διὰ τῆς ὑγείας, ἀπαλλαγὴν εὔχεται τῶν δεινῶν· οὐδὲν δὲ δυσχερὲς οὐδὲ παλίμφημον ἐφθέγξατο. 6, 10 οὐ μὴ φείσομαι· οὐ γὰρ ἐψευσάμην ῥήμασιν ἁγίου θεοῦ μου. τοιγαροῦν, φησίν, τῆς πρὸς ὑμᾶς ἀντιλογίας οὐ φείσομαι. οὐ γὰρ ἀνέχομαι ἕτερα μὲν ἔχειν κατὰ διάνοιαν, ἐναντία δὲ τῇ γνώμῃ προφέρειν ῥήματα, ἀλλὰ ἃ φρονῶ σὺν ἀληθείᾳ φθέγγομαι. διὰ ταύτην αὐτοῦ τὴν γνώμην καὶ τὴν σὺν ἀληθείᾳ παρρησίαν ἐπαινοῦσα αὐτὸν ἔφησεν ἡ γραφή· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος. ὅρα δὲ τὴν Ἀβραμιαίαν συγγένειαν, θεώρει τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ τὸν οὐ μόνον κατὰ σάρκα, ἀλλὰ καὶ κατὰ τὴν εὐσέβειαν διά 70 δοχον. περὶ μὲν γὰρ ἐκείνων ἔλεγεν