1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

96

κριθῆναι, ὅπουγε μηδὲ πρὸς ἀξίαν αὐτὸν ὑμνολογῆσαι οἷός τε εἶ; 35, 15 καὶ νῦν οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα. διὰ τοῦτο τοιγαροῦν, ἐπειδὴ μὴ συνεχῶς ἐπισκέπτεται τῇ ἐποφειλομένῃ ἀδίκοις ὀργῇ, ἀλλ' ὥσπερ τις ἀγνοῶν οὐ σφόδρα τιμωρεῖται τὰ ἡμέτερα παραπτώματα, τὴν ἀνοχὴν αὐτοῦ καὶ μακροθυμίαν οἱ ἄνθρωποι εἰς καταφρόνησιν λαμβάνουσιν. τὸ δὲ εἰπεῖν καὶ νῦν ἔδειξεν, ὅτι κἂν παραχρῆμα μὴ τιμωρῆται, ἀλλ' οὖν ἀποδώσει ποτὲ ἑκάστῳ τὰ κατ' ἀξίαν. 35, 16 καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει. 304 μὴ κατανοῶν, φησίν, ὁ Ἰὼβ τὸ μεγαλεῖον τοῦ θεοῦ καὶ τὸ μακρόθυμον καὶ τὰ ἀκατάληπτα αὐτοῦ κρίματα, καὶ ὅτι ἄνθρωπος οὐδὲ αἰνέσαι κατ' ἀξίαν τὸν θεὸν δύναται, μήτιγε κριθῆναι πρὸς αὐτόν, βαρέα καὶ ἀπρεπῆ φθέγγεται ῥήματα. καὶ καλῶς μὲν ὁ Ἐλιοὺς οὐδὲ τὸν Ἰὼβ ὡς δι' ἀσεβείας πάσχοντα {μὲν} καταδικάζει, ἀλλὰ καὶ τὰ περὶ τῆς θεοῦ μεγαλοπρεπείας καὶ ἀνοχῆς ὀρθῶς δοξάζει, οὔτε δὲ τὴν γνώμην, ἐξ ἧς τοὺς λόγους προέφερεν ὁ Ἰώβ, κατενόησεν οὔτε τὴν αἰτίαν ἐγνώρισε τῶν ἀνηκέστων κακῶν, οἷς περιπέπτωκεν ὁ δίκαιος. 305 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΠΕΜΠΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· προσθεὶς δὲ Ἐλιοὺς ἔτι λέγει· μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις. Προθεωρία τοῦ κεφαλαίου ἐνταῦθα περὶ δικαιοσύνης θεοῦ διδάσκει ὁ Ἐλιοὺς τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονεμούσης καὶ περὶ δυνάμεως μεγαλοπρεποῦς καὶ σοφίας ἀκαταλήπτου· συνίστησι δὲ τὸν περὶ τῆς ἀκαταλήπτου σοφίας αὐτοῦ λόγον ἐκ τῶν περὶ τὸν ἀέρα γινομένων χειμώνων τε καὶ βροντῶν καὶ τῶν θηρίων καὶ τῶν κτηνῶν, πῶς τὰ μὲν μεθ' ἡμέραν ἐργάζεται, τὴν δὲ νύκτα εἰς ἀνάπαυσιν ἔχει, τὰ δὲ τὴν μὲν ἡμέραν εἰς τὸ ἡσυχάζειν ἀπεκληρώσατο, ἵνα μὴ τοῖς ἀνθρώποις ἐπιτρέχωσι, τὴν δὲ νύκτα περινοστοῦντα ζητοῦσι τροφήν· καὶ ὅτι τοῖς ὕδασιν ὁ θεὸς ποτὲ μὲν εἰς ἀνθρώπων παιδείαν, ποτὲ δὲ εἰς εὐεργεσίαν χρῆται· καὶ ὅτι ἐκ μὲν σκότους φῶς, ἐκ δὲ τῆς τοῦ φωτὸς ἀναχωρήσεως νύκτα ἐργάζεται. φησὶ δέ, ὅτι πᾶσίν ἐστιν εὔληπτον τὸ ἐκ τῆς δημιουργίας καταλαμβάνειν, ὡς ἀκατάληπτός ἐστιν ἡ σοφία τοῦ θεοῦ· μεγαλοπρεπῶς δὲ διεξελθὼν τὰ περὶ τῆς ἀκαταλήπτου σοφίας τε καὶ προνοίας τοῦ θεοῦ συμπεραίνει τὸν λόγον εἰς τὸ δεῖν φοβεῖσθαι τὸν θεόν. διὰ μὲν οὖν τοῦ δίκαιον ἀποφῆναι θεὸν καὶ τοῖς δικαίοις ἐπαμύνοντα παράκλησιν εἰργάσατο τῷ Ἰώβ, ἵνα ὡς δίκαιος ἀγαθοῦ καὶ δικαίου θεοῦ τεύξεσθαι προσδοκῶν ἑαυτὸν ἀνακτήσηται, διὰ δὲ τοῦ μέγαν καὶ ἰσ 306 χυρὸν καὶ ἀκατάληπτον εἰς φόβον ἐνάγειν ἐπειράθη τὸν δίκαιον, ἵνα μηκέτι μηδὲν ἀντείπῃ, ἀλλὰ τῇ σιωπῇ παραχωρήσῃ τοῖς ἀκαταλήπτοις τοῦ θεοῦ κρίμασιν. θαυμασίως οὖν τοῦ Ἐλιοὺς μάλιστα πρὸς τῷ τέλει περὶ τῆς τοῦ θεοῦ σοφίας τε καὶ μεγαλοπρεπείας ἐξηγησαμένου ὁ μὲν Ἰὼβ οὐδὲν ἀντεῖπεν, σύμψηφος δὲ θεὸς τοῖς τοιούτοις αὐτοῦ γέγονε λόγοις, ὡς ἐφεξῆς ἔστιν ἐκ τῆς θείας ῥήσεως καταμαθεῖν. Αἱ λέξεισ 36, 23 μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις. ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν. ἐπειδήπερ ἔτι περὶ θεοῦ λέγειν ἔχω καὶ βούλομαι μακρότερον ἀναλαβὼν τὸν λόγον μετ' ἐπιστήμης καὶ γνώσεως διεξελθεῖν, ἔκδεξαι καὶ τὰ νῦν ὑπ' ἐμοῦ λεγόμενα. 36, 34 ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ' ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνιείς. τὸ μου πρὸς τὸ δίκαια, ἵνα εἴπῃ ὅτι· τὴν δικαιολογίαν μου, ἣν νῦν ἐρῶ, τοῖς ἔργοις τοῦ θεοῦ πιστοῦμαι δεικνύς, ὡς ἃ γινώσκω μετὰ ἀληθείας συνίημι καὶ οὐκ ἄδικόν τι νοήσας ἄδικα φθέγγομαι ῥήματα. 36, 5 γίνωσκε δέ, ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. ἴσθι τοιγαροῦν, ὡς οὐδέποτε θεὸς ἔξω τῆς οἰκείας ἐπισκοπῆς τὸν ἀκακίᾳ συζῶντα καταλιμπάνει. 307 36, 5 δυνατὸς ἰσχύι καρδίας ἀσεβῶν οὐ μὴ ζωοποιήσει. ζωοποιεῖται ψυχὴ θείας γνώσεως μεταλαμβάνουσα, θάνατος δὲ λογικῆς ψυχῆς ἡ ἀγνωσία {καὶ αἱ κολάσεις}. ὁ δυνατὸς οὖν, φησίν, θεὸς καὶ ἰσχυρὸς τὰς ψυχὰς τῶν ἀσεβῶν οὐ μὴ ζωοποιήσει διὰ τὸ ἑλέσθαι αὐτοὺς ἐν ἀγνωσίᾳ διάγειν. 36, 6 καὶ κρίματα πτωχῶν δώσει. κολάζων δὲ τοὺς ἀσεβεῖς κατὰ τὰ κρίματα αὐτοῦ τὰ δίκαια τοῖς πένησιν ἀδικουμένοις ἐπαμύνει.