1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

32

λέγειν, ὅτι δίκαιός εἰμι, αὐτὸ τὸ εἰπεῖν τοῦτο ἀσεβὲς εἶναι ὑπολαμβάνω. 9, ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. ἐὰν δὲ καὶ τολμήσω εἰπεῖν, ὅτι ἄμεμπτός εἰμι, καὶ ἐμαυτὸν ἀπο 96 δέξωμαι, αὐτὸ τοῦτο σκολιόν με δείκνυσι καὶ οὐκ εὐθῆ. τοῦτο δέ ποτε καὶ ὁ Φαρισαῖος εἰπὼν κατῆλθε κατακεκριμένος. 9, 21 εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφῄρηταί μου ἡ ζωή. πάλιν τὸ τοῦ ἀποστόλου εἶπεν, ὅτι ἐγὼ μὲν οὐδὲν ἐμαυτῷ σύνοιδα, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωμαι, δι' ὧν τὰς τοιαύτας ὑπομένω κολάσεις. 9, 22 διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή. ταῦτα ἀναλογιζόμενος λέγω, ὅτι τὸν οἰόμενον μέγαν ἑαυτὸν εἶναι καὶ δυνατὸν κατὰ δικαιοσύνην ἀπόλλυσιν ἡ τοῦ θεοῦ ὀργή. 9, 23 ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ· καὶ οἶδα μέν, ὅτι καὶ οἱ φαῦλοι τὰς ἐσχάτας ἐκτίσουσι δίκας. 9, 2324 ἀλλὰ δίκαιοι καταγελῶνται, παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πλὴν καὶ οἱ δίκαιοι καταγελῶνται, ὑπὸ τῶν φαύλων δηλονότι. καταγελῶνται δέ, ἐπειδὴ πολλάκις καὶ αὐτοὶ παραδίδονται εἰς τὸ πάσχειν κακῶς. τῷ δὲ λέγειν εἰς χεῖρας ἀσεβοῦς ἔοικε πληροφορεῖσθαι, ὅτι διαβόλῳ παραδέδοται, τὴν δὲ αἰτίαν, ἐφ' ᾗ ταῦτα ᾠκονόμητο, ἀγνοεῖν. 97 9, 24 πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός, τίς ἐστιν; ἐπειδὴ διαβόλου ἐμνήσθη εἰρηκὼς παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς ἀκολούθως ἐπάγει λέγων ὅτι· ἡ δὲ ἁμαρτία λανθάνει καὶ τῶν διακριτικῶν τὴν γνῶσιν ἐν ὑποκρίσει δικαιοσύνης πολλάκις προσερχομένη· διὸ οὐδεὶς ἀναμάρτητος. εἰ δὲ μὴ πανουργίᾳ ἐχρῆτο, οὐ μέγας ὑπῆρχεν, ἀλλ' εὐκαταγώνιστος ὁ τῆς ἁμαρτίας αἴτιος διάβολος. ταῦτα δὲ ὡς ἅγιος καὶ προφήτης μετ' ἐπικρύψεως ἐν μέσῳ τῆς διαλέξεως τέθεικεν. εἶτα πάλιν τρέπεται εἰς τὸ διηγεῖσθαι τὰ καθ' ἑαυτὸν καὶ ἐπάγει· 9, 25 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ὀξύτατος, εἴτε καλὸς εἴτε φαῦλος. 9, 25 ἀπέδρασαν καὶ οὐκ εἴδοσαν. διὸ θᾶττον ἀπαλλαττόμενοι τοῦ βίου οἱ ἄνθρωποι τὰ καθέκαστα τῶν βίων ἰδεῖν οὐ δύνανται. 9, 26 ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; ὥσπερ δὲ οὐκ ἔστιν ἐν τοῖς κύμασιν ὁλκάδων ἴχνη φαίνεσθαι ἢ ἐν ἀέρι ἀετοῦ ἐπὶ βορὰν καθιπταμένου, οὕτω τῶν τελευτώντων οὐδὲν ἴχνος ἐν τούτῳ τῷ βίῳ καταλιμπάνεται. 9, 27 ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν· συγκαλύψας τῷ προσώπῳ στενάξω. 98 ἀλλὰ καὶ ἐὰν ἐπαγγείλωμαι τυχὸν μὴ ἁμαρτεῖν, ἡ λήθη τὴν μνήμην ἐκκρούουσα πάλιν ἁμαρτάνειν παρασκευάζει. διὸ καὶ ἐπὶ ταύτῃ τῇ λήθῃ συγκαλυψάμενος τὸ πρόσωπον στενάξω. τοῦτο δὲ καθόλου διδάσκων ἔφη. ἡ γὰρ λήθη τὸν φόβον ἐκκρούουσα τοῦ θεοῦ ἁμαρτάνειν παρασκευάζει. 9, 28 σείομαι πᾶσι τοῖς μέλεσιν· οἶδα γάρ, ὅτι οὐκ ἀθῶόν με ἐάσεις. τοῖς ἔνδον, τοῖς νοητοῖς μέλεσι τινάσσομαι εἰδώς, ὅτι οὐκ ἀναμάρτητόν με ἐάσεις· οὐδεὶς γὰρ ἀναμάρτητος πρὸς τὴν τοῦ θεοῦ ἀκρίβειαν ἐξεταζόμενος. 9, 29 ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον; εἰ δὲ ὅλως ἐκρίθην εἶναι ἀσεβής, βέλτιον ἦν μοι τὸ τελευτῆσαι πρὸ τῆς ἀσεβείας. τοιοῦτον καὶ ὁ σωτὴρ ἔλεγεν περὶ τοῦ Ἰούδα, ὅτι καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. ὡς φιλόθεος οὖν εἶπεν ὅτι· ἄμεινον ἦν μοι τελευτῆσαι ἢ ἀσεβείας κρίνεσθαι. 9, 3031 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας. ἐβδελύξατο δέ με ἡ στολή. ἔθος ἦν τοῖς παλαιοῖς λουτροῖς ἀποκαθαίρειν τοὺς μολυσμούς. καὶ τοῦτο δὲ πάλιν ἔθος ἦν· ἔνθα ἠβούλοντο δεῖξαι, ὡς οὐκ ἐκοινώνησαν τῇδε τῇ ἁμαρτίᾳ, ἀπενίπτοντο τὰς χεῖρας λέγοντες· ἀθῶός εἰμι ἀπὸ τοῦ πράγματος τούτου, ὡς καὶ ὁ Πιλᾶτος ἐπὶ τοῦ σωτῆρος πε 99 ποίηκεν. καὶ ὁ ∆αυὶδ ἔψαλλε λέγων· νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. τοῦτο οὖν λέγει ὅτι· ὅπως ἐὰν ὦ καθαρός, οἱ ἀκριβεῖς οὗτοι ἐλεγμοὶ καὶ αἱ ἐπαχθεῖσαι τιμωρίαι ἐκ τῆς προλήψεως ἐρρυπωμένον με καὶ ἀκάθαρτον ἀποδεικνύουσιν, ὡς καὶ τὸν ἁπτόμενον τῶν ἱματίων μου δοκεῖν μολύνεσθαι, ἑκάστου διὰ πλῆθος ἁμαρτιῶν ταῦτα με πάσχειν ὑπολαμβάνοντος. ταῦτα δέ φησι διὰ τὸ τοὺς αὐτοῦ φίλους εἰς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν ἁμαρτωλὸν τὰς ἐπενεχθείσας αὐτῷ βασάνους προφέρειν. ἐπειδὴ τοίνυν ἡ πρόληψις ἡ διὰ τῶν