1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

86

ἔχων ἀδίκημα τοῦ δικαίου κατηγορεῖν ἐνδίκως, ὠργίσθη καὶ κατὰ τῶν τριῶν φίλων, ὅτι τὸν δίκαιον ἀσεβείας κατεδίκασαν, ὡς δι' ἁμαρτήματα τὰς τιμωρίας ὑπομένοντα. ἐντεῦθεν ἀνακύπτει ζήτημα τοιόνδε· εἰ ὀργίζεται κατὰ τῶν φίλων ὁ Ἐλιούς, ὅτι ἀσεβῆ τὸν Ἰὼβ ἔκριναν, δίκαιος ἄρα ὁ Ἰώβ. εἰ δὲ δίκαιος, πῶς καὶ κατ' αὐτοῦ ποιεῖται τὴν ἐπιτίμησιν; ἀλλ' ἐρεῖ πρὸς ταῦτα ὁ Ἐλιούς, ὡς εὐσεβὴς μὲν καὶ δίκαιος ὁ Ἰώβ, καὶ οὐδεὶς ἀντερεῖ· αἰτίαν δὲ δέδωκε κατ' αὐτοῦ τὸ θέλειν πρὸς θεὸν δικάζεσθαι. ὁ μὲν οὖν σκοπὸς τοῦ Ἐλιοὺς οὐ ψεκτός· οὐ γὰρ σφοδρῶς ἔπληξε τὸν Ἰὼβ ὥσπερ ἐκεῖνοι ἀσέβειαν αὐτοῦ καταψηφιζόμενοι, πλὴν οὐκ ἐνόησεν, ὥσπερ ἔφημεν, τοῦ δικαίου τὴν διάνοιαν καὶ ἐξ οἵας ἀγάπης καὶ πεποιθήσεως τῆς πρὸς τὸν θεὸν ἐπ' αὐτοῦ τὴν δίκην λέγειν ἐπόθει. ὅθεν λογιζόμεθα καὶ τὸν θεὸν μήτε ἐπαινέσαι τὸν Ἐλιούς, ἐπειδὴ μὴ νενόηκε τοῦ Ἰὼβ τοὺς λόγους, μήτε μὴν καταδικάσαι, ἐπειδὴ μὴ ἀσεβείας κατέκρινε τὸν Ἰὼβ μηδὲ ἀπεφήνατο δι' ἀδικίας αὐτὸν πάσχειν ὥσπερ οἱ φίλοι· διὰ γὰρ τοῦτο τὴν κατ' ἐκείνων ἐπιτίμησιν θεὸς εἰργάσατο. 271 Αἱ λέξεισ 32, 2 ὠργίσθη δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ τῆς Αὐσίτιδος χώρας. τοῦ μὲν Βαραχιὴλ υἱὸς ἦν ὁ Ἐλιούς, τὸ δὲ Βουζίτης ἀπὸ συγγενείας τῆς τοῦ Βουζί, ὅθεν ἦν καὶ Ἠράμ, ἢ καὶ ἀπό τινος πόλεως τῆς Αὐσίτιδος χώρας. Ἰουδαῖοι μὲν οὖν φασιν αὐτὸν εἶναι ἐκ τῆς συγγενείας τοῦ Ἰουδά. ἔστι δὲ οὐ πιθανὸς ὁ λόγος· τῆς γὰρ Αὐσίτιδος χώρας ἡ γραφὴ αὐτὸν λέγει. πλὴν οὐ σφόδρα ἀναγκαῖον τὰ τοιαῦτα λεπτολογεῖν. 32, 2 ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἔναντι κυρίου. κατὰ τὸ εὔλογον μὲν ἐκινεῖτο, ὡς ἐνόμιζεν, ὁ Ἐλιούς, οὐχ ὅτι δίκαιον ἑαυτὸν ἔλεγεν ὁ Ἰώβ, συνηπίστατο γὰρ ὅτι δίκαιος ἦν ὁ Ἰώβ, ἀλλ' ὅτι ἔναντι κυρίου ὡς ἀδικίαν θεοῦ καταψηφιζόμενος, ὅτι μὴ δικαίως αὐτῷ τὰς τιμωρίας ἐπάγει. οὐ νενόηκεν δέ, ὡς ἔφημεν, τὴν εὐσεβῆ καὶ φιλόθεον τοῦ Ἰὼβ διάνοιαν. οὐ γὰρ θεὸν κατηγορῶν, ἀλλὰ τοὺς φίλους διελέγχων πρὸς θεὸν ἤθελε κρίνεσθαι, ἀρραγεῖ πίστει πεποιθὼς τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ. 32, 3 καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, ὅτι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. διπλῇ κατὰ τῶν φίλων ὠργίσθη Ἐλιούς, πρῶτα μέν, ὅτι ἀσεβείας ἔκριναν τὸν δίκαιον, λέγοντες, ὡς πάντως κατὰ ἀνταπόδοσιν αἱ τι 272 μωρίαι τοῖς ἀδίκοις ἐπάγονται, καὶ ὅτι τὴν ὑπὲρ θεοῦ συνηγορίαν ἀνειληφότες ἡττήθησαν τοῖς τοῦ Ἰὼβ λόγοις καὶ ἐσιώπησαν, τὸν ὑπ' αὐτῶν συνηγορούμενον καταπροδεδωκότες καὶ τῇ σιωπῇ τῷ Ἰὼβ δεδωκότες κατὰ θεοῦ τὰ νικητήρια. 32, 45 Ἐλιοὺς δὲ ὑπέμεινε δοῦναι ἀπόκρισιν τῷ Ἰώβ, ὅτι πρεσβύτεροί εἰσιν αὐτοῦ ἡμέραις. καὶ εἶδεν Ἐλιούς, ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ. ἐπαινετὸν τὸ ἦθος τοῦ Ἐλιοὺς ἐν καιρῷ μὲν σιωπήσαντοςἔδει γὰρ πρώτους τοὺς πρεσβυτέρους καθ' ἡλικίαν λαλεῖν, ἐν καιρῷ δὲ ἀποκριναμένου τῶν παλαιωτέρων ἀπορίᾳ συσχεθέντων. τό τε γὰρ διακόπτειν τῶν πρεσβυτέρων τὸν νοῦν προπετείας ἔφερεν ἔγκλημα, τό τε σιωπᾶν, ἐν οἷς ἀδικεῖσθαι τὸ δίκαιον ἐνόμιζε, οὐ καλὸν εἶναι δικαίως ὑπέλαβεν. τὸ ὑπέμεινεν οὖν ἀντὶ τοῦ· ἀνέμεινεν, τὸ δὲ ἐθυμώθη ἀντὶ τοῦ· ἐζήλωσεν. κατὰ τὸ εὔλογον ἐκινήθη· ἔστι γὰρ ψεκτὴ ὀργὴ ἡ ἄλογος κίνησις καὶ ἐπαινετὴ ἡ τῷ δικαίῳ συμβαίνουσα, ἥτις κατὰ φύσιν ἐστι κατὰ τῶν ἀδίκων εἰς ἀνδρείαν τὴν ψυχὴν ἐπαλείφουσα. 32, 6 ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης εἶπεν. ὑπολαβὼν ἀντὶ τοῦ· τῶν εἰρημένων λόγων διαδεξάμενος. 32, 6 νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. καλῶς προσέθηκε· τῷ χρόνῳ. ἔστι γάρ τις νεώτερος μὲν καθ' ἡλικίαν, πολιὰν δὲ ἔχων φρόνησιν, καὶ ἄλλος γέρων μὲν τὸν χρόνον, νεώτερος δὲ τὴν διάνοιαν. ὅρα δέ, ὅπως οὐ μόνον αἰδοῖ, ἀλλὰ καὶ 273 φόβῳ καὶ εὐλαβείᾳ τῶν πρεσβυτέρων τὴν διάλεξιν περιέμεινεν, καὶ εἰ μὴ πρότερον ἐπαύσαντο, οὐκ εἶπεν αὐτός, ἃ καλῶς ἔχειν ἐλογίζετο καὶ ἠπίστατο. 32, 78 εἶπα δέ· οὐχ ὁ χρόνος ἐστὶν ὁ