1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

118

ἐνεργούντων αὐτὰς δαιμόνων τοῦτο λέγει. ὥσπερ γὰρ ἄνθρωπος ἀνθρώπῳ διὰ τὸ ὁμοφυὲς κολλᾶται καὶ τὸ ὅμοιον τῷ ὁμοίῳ, οὕτω καὶ οἱ δαίμονες ἀλλήλων ἔχονται, κἂν κατὰ τὰς ἐνεργείας ἑαυτοῖς ἐναντιῶνταιεἷς γὰρ σκοπὸς αὐτοῖς ἡ τοῦ ἀνθρώπου ἀπώλεια, κἂν ἐναντία συμβουλεύειν δοκῶσιν, τουτέστιν ὁ μὲν πορνείαν, ὁ δὲ ὑπερηφανίαν, καὶ αἱ κακίαι μία τῇ μιᾷ συγκεκόλληνται. 41, 10 ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος. πταρμὸς εὐεξίας σημεῖον· ἐνηδύνεται οὖν, φησίν, τοῖς κακοῖς καὶ 374 ἀναστράπτει ἐν αὐτοῖς. καὶ ἄλλως δέ· πταρμὸς καθαρτικὸς ἐγκεφάλου. ἐπεὶ οὖν καὶ αὐτὸς μετασχηματίζεται εἰς φῶς, προσποιεῖται καὶ δύνασθαι καθαίρειν. αὐτίκα γοῦν καὶ οἱ γόητες ἔχουσί τινας καθαρμοὺς πάσης αὐτοὺς πληρούσης ἀνοίας καὶ ἀκαθαρσίας. εἰσὶ δὲ καί τινες ἄνδρες μυκτῆρες αὐτοῦ, καθαίρειν ἐπαγγελλόμενοι ὡς οἱ ἀπὸ τῶν αἱρέσεων. προσποιοῦνται μὲν φωτὸς ἔχειν λόγους, ὅλοι δέ εἰσιν ἀκάθαρτοι. 41, 10 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. κατὰ ἀπάτην· οὐ γὰρ ἔχουσι τὸ ἀληθινὸν φῶς. ὀφθαλμοὶ δέ εἰσι τοῦ δράκοντος ἄνθρωποί τινες δοκοῦντες εἶναι γνωστικώτεροι ὡς οἱ ἀπὸ τῶν αἱρέσεων, οὐκ ὄντες μὲν ἑωσφόροι οὐδὲ φέγγος ἡμέρας ἔχοντες, ἀλλ' εἶδος ἑωσφόρου, κατὰ ἀπάτην τοῦτο εἶναι ὑποκρινόμενοι. 41, 11 ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι. αἱ δυσφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων. 41, 11 καὶ διαρριπτοῦνται ἐσχάραι πυρός. ἐδευτέρωσε τὸν λόγον. 41, 12 ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. ὁ καπνὸς ὀφθαλμῶν βλαπτικός· ἡ δὲ ἄνοια καὶ ψευδηγορία σκοτίζει τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς ψυχῆς. 375 ἔστι δὲ νοῆσαι καὶ τὰς μιαρὰς τῶν θυσιῶν καὶ καπνισμάτων ὀδμάς. καὶ ἄλλως δέ· ἐπειδὴ τὰ σπλάγχνα αὐτοῦ κάμινός ἐστιν, οὐ καθαρὰν ἔχει τὴν ἀναπνοήν. ἐπιτηρήσωμεν οὖν καὶ ἡμεῖς μηδὲν ἀναπνεῖν τοῦ δράκοντος, ἵνα μὴ πυρὸς ἑαυτοῖς γενώμεθα πρόξενοι. 41, 13 ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. ψυχὴν αὐτοῦ ἔοικε λέγειν τὴν ἐσχάτην ὑπερηφανίαν· τὰ δὲ μεγάλαυχα καὶ ὑπεροπτικὰ ῥήματα ἐκ στόματος αὐτοῦ ἐκπορευόμενα οὐδὲν ἕτερόν εἰσιν. εἰ μὴ φλὸξ κατακαίουσα τοὺς χρωμένους αὐτοῖς. 41, 14 ἐν τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις. τραχήλῳ· τῇ οἰήσει. αὐλίζεται δέ, ὅτι οὐ παύεται, ἀλλ' ἀεὶ ἐν οἰήσει τυγχάνει. καὶ αἱ πορευόμεναι δὲ ὑψηλῷ τραχήλῳ, αἱ τοὺς χιτῶνας σύρουσαι καὶ μετὰ καλλωπισμοῦ προιοῦσαι πολύκοινοι γυναῖκες τράχηλος αὐτοῦ τυγχάνουσι δυνάμεις εἰς ἀπάτην ἔχουσαι. 41, 14 ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. οἷον πρόδρομος αὐτοῦ τίς ἐστι καὶ δορυφορεῖ αὐτὸν ἡ ἀπώλεια· εἰ μὴ γάρ τις πρότερον εἰσδέξηται τὰς φθαρτικὰς ἡδονὰς καὶ κακίας, αἵτινες αὐτοῦ προτρέχουσιν. οὐδὲ εἰσοικίζεται τὸν διάβολον. 41, 15 σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται. 376 τὰ πάθη ἓν τοῦ ἑνὸς κεκόλληνται. σῶμα δὲ αὐτοῦ οἱ ἁμαρτωλοὶ καὶ οἱ τὴν ἁμαρτίαν ἐνεργοῦντες δαίμονες, ὥσπερ τοῦ κυρίου ἡ ἐκκλησία. οὐκ εἶπε δέ· ἥνωνται, ἀλλά· κεκόλληνται· τὸ γὰρ ἓν οὐκ ἔστι παρ' ἐκείνῳ. οὐδὲ γὰρ συμφωνοῦσιν οἱ τῶν αὐτοῦ δογμάτων προεστηκότες, εἰ καὶ δοκοῦσιν ὅμοια λέγειν. 41, 15 καταχέει ἐπ' αὐτόν, οὐ σαλευθήσεται. οἵαις γὰρ ἄν τις θεραπείαις καὶ καταντλήσεσιν αὐτῷ χρήσαιτο καὶ εἰ δ' ἂν αὐτῷ προσαγάγοι, ἀναλγής ἐστι καὶ ἀθεράπευτος. 41, 16 ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. ἀπελιθώθη, φησίν, ἡ καρδία αὐτοῦ καὶ οὐ δύναται ἐλασθῆναι, οὐ λόγῳ πείθεται, οὐκ ἐπικάμπτεται, ἀλλ' ὅλος ἐστὶν ἀπεσκληκὼς καὶ ἰταμὸς καὶ ἀμετάθετος. 41, 17 στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. ὅταν δὲ στραφῇ κατὰ τῶν πειθομένων αὐτῷ, τῶν θηριοτρόπων καὶ δίκην τετραπόδων ἀνοήτων, τῶν τὰ γήινα φρονούντων, τρέμουσιν ἐκδειματούμενοι παρ' αὐτοῦ. 41, 1821 ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐθὲν οὐ μὴ ποιήσωσιν αὐτῷ, δόρυ ἐπηρμένον καὶ θώραξ. ἡγεῖται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. οὐ μὴ τρώσει αὐτὸν τόξον χάλκειον, ἡγεῖται πετρο 377 βόλον μὲν χόρτον. ὥσπερ καλάμη ἐλογίσθησαν αὐτῷ σφῦραι. διὰ τούτων τὸ ἰταμὸν ἐδήλωσε τοῦ θηρίου καὶ ὅτι, ὅσα