1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

78

κοῦφός τις ὢν καὶ εὐρίπιστος, ἀλλ' ἐμβριθὴς καὶ στερεὸς τὸ ἦθος καὶ ἀκλονήτως τὸ καλὸν μετερχόμενος. 29, 45 ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου, ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες. ὅτε τοῦ θεοῦ τῆς οἰκείας ἐπισκοπῆς ἀξιοῦντος τὰ κατ' ἐμὲ ὕλην εἶχον ἀρετῆς τὸν πλοῦτον καὶ τὴν εὐπαιδίαν, τοὺς μὲν παῖδας κατὰ τὸ θεῖον ἐκτρέφων βούλημα, κοινωνῶν δὲ τοῦ πλούτου τοῖς πένησιν. 245 29, 6 ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. διὰ τούτων τῶν βοσκημάτων σημαίνει τὸ πλῆθος ὡς πανταχοῦ νεμομένων ἔν τε ὄρεσι καὶ ἐν τοῖς πεδίοις· ἀπὸ γὰρ βουτύρου καὶ γάλακτος τῶν τε βουκολίων τὸ πλῆθος καὶ θρεμμάτων τὰς ἀγέλας ἐμήνυσεν. 29, 7 ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. οἷά τις ἄρχων καὶ διδάσκαλος ἀρετῆς οὐχ ὕπνῳ καὶ μέθαις ἐσχόλαζεν, ἀλλ' ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος. 29, 8 ἰδόντες με νεανίσκοι ἐκρύβησαν. οἱ τὸ νεωτερικὸν ἦθος ἔχοντες αἰδούμενοι τοῦ μεγάλου Ἰὼβ τὴν ἀρετὴν ἀπεκρύπτοντο. 29, 8 πρεσβύτεροι δὲ πάντες ἔστησαν. πρὸς μὲν τὸ ῥητὸν οἱ μὲν νέοι ἀπεκρύπτοντο, οἱ δὲ καθ' ἡλικίαν πρεσβῦται ἵσταντο τιμῶντες. πρὸς δὲ διάνοιαν πρεσβυτικὴν ἔχοντες φρόνησιν ἵσταντο τῶν αὐτοῦ λόγων ἐπακροώμενοι. 29, 9 ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. πρὸς μὲν ῥητὸν ἁδροὺς τοὺς πλουσίους λέγει εὐλαβουμένους αὐτὸν καὶ σιωπῶντας καὶ διὰ τοῦ τὸν δάκτυλον ἐπιτιθέναι τῷ στόματι ἀλλήλοις διανεύοντας καὶ τὴν σιωπὴν ἐγκελευομένους. πρὸς δὲ διάνοιαν καὶ οἱ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ πλούσιοι παρεχώρουν τῇ τοῦ Ἰὼβ διδαχῇ καὶ εἰς μαθητῶν καθίσταντο χώραν σιωπῇ τῶν λεγομένων ἐπακροώμενοι. 246 29, 1011 οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με καὶ ἡ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη, ὅτι ὠτίον ἤκουσε καὶ ἐμακάρισέ με. τὸ καὶ ἡ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη συνῆπται τῷ δάκτυλον ἐπιθέντες ἐπὶ στόματι, ἵνα εἴπῃ ὅτι· ἀχανεῖς ἔμενον. ἐμακάριζον δὲ αὐτὸν οἱ τὰ κατ' αὐτὸν ἀκούοντες καὶ οἱ ἔχοντες ὠτίον ἐπιτήδειον εἰς συνετῶν λόγων ἀκρόασιν καὶ τῆς αὐτοῦ διδασκαλίας ἀπολαύοντες. 29, 11 ὀφθαλμὸν δὲ ἰδών με ἐξέκλινεν. οὐκ ἰσχύων ἀντειπεῖν. 29, 12 διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς ἐβοήθησα. τὰς αἰτίας εἴπαμεν, δι' ἃς τῶν οἰκείων κατορθωμάτων οἱ δίκαιοι ποιοῦνται τὸν κατάλογον, ἐν τῇ προθεωρίᾳ. 29, 13 εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἐπέλθοι, στόμα δὲ χήρας με εὐλόγησεν. ὁ μέλλων ἀπόλλυσθαι καὶ μὴ ἀπολόμενος διὰ τὸ τῆς αὐτοῦ τυχεῖν ἐπικουρίας καὶ ἡ χήρα δὲ ἡ ἀπροστάτητος προστάτην αὐτὸν κτησαμένη δικαίως αὐτὸν ηὐλόγουν. 29, 14 δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι. κρίμα λέγει τὴν δικαιοκρισίαν, καὶ ταῦτα μὲν τὰ θαυμαστὰ τοῦ Ἰὼβ ἄμφια. ἐξ ἐναντίας δὲ τὰ τῶν ἀσεβῶν· ἐνδύονται γὰρ κατάραν ὡς ἱμάτιον καὶ περιβάλλονται ὡσεὶ διπλοίδα αἰ 247 σχύνην αὐτῶν, ὡς τὸν ἑκατοστὸν ὄγδοον ὕμνον ἀναβαλλόμενος ὁ μεγαλογράφος ἐδίδαξεν. 29, 15 ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. τὰ λείποντα τοῦ σώματος μέλη προσανεπλήρου τοῖς δεομένοις τῇ τῶν ἀναγκαίων ἐπιχορηγίᾳ. καὶ τὰς τυφλὰς δὲ διανοίας διήνοιγε καὶ τῶν ποδῶν τῆς ψυχῆς ἰσχυροποίει τὰς βάσεις τῷ διδασκαλικῷ λόγῳ χρώμενος. 29, 16 ἐγὼ ἤμην πατὴρ ἀδυνάτων· δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. διαγνωστικῶς τῶν δικαζομένων ἀκούων οὐδὲν προακηκοὼς οὐδὲ προμεμαθηκὼς ἔκ τινος τῶν μερῶν οὐδὲ προδιαφθαρεὶς τὴν ἀκοὴν ἐξιχνίασα καὶ ἐπιμελῶς ἀναζητήσας κατείληφα τὸ δίκαιον. 29, 17 συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. ὅτε, φησίν, οἱ ἀδικήσαντες ἔδοξαν ἐν βεβαίῳ ἔχειν τὰ ἀφαιρεθέντα, ὡσπερεί τινων θηρίων ἐκ μέσων τῶν ὀδόντων ἐκσπάσας τὰ ἁρπασθέντα τοῖς ἀδικηθεῖσιν ἀπεκατέστησα. 29, 18 εἶπα δέ· ἡ ἡλικία μου γηράσει. ταῦτα ποιῶν μέχρι τέλους ἔχειν ἤλπισα τὰ ἀγαθά. 29, 1819 ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω. ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος καὶ δρόσος αὐλισθήσεται ἐν