1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

33

βασάνων ἀσεβῆ αὐτὸν ἀπεδείκνυε καὶ οὐκ ἦν ἐκ τῶν ὁρωμένων δεῖξαι ψευδῆ τὴν ὑπόνοιαν, πρὸς αὐτὸν βούλεται κριθῆναι τὸν ἀληθῆ καὶ ἀπροσωπόληπτον θεόν, σφόδρα πεποιθὼς τῇ αὐτοῦ δικαιοκρισίᾳ καὶ μονονουχὶ λέγων· ὑμεῖς μέν, ὦ φίλοι, ἐκ τῶν ἐπενεχθέντων κατ' ἐμοῦ τὰς ψήφους ἐκφέρετε· εἰ δὲ θελήσει ὁ ἀψευδὴς θεὸς διαδικάσασθαι μετ' ἐμοῦ ἀπροσωπόληπτος ὢν καὶ αὐτοαλήθεια τυγχάνων, αὐτὸς προσμαρτυρήσει, ὅτι οὐ δι' ἁμαρτήματα τὰς βασάνους ἐπήγαγεν. ὅτι δὲ τοιαύτη ἐστιν ἡ τοῦ δικαίου διάνοια καὶ ἐκ πολλῆς ἀγάπης τῆς πρὸς τὸν θεὸν καὶ παρρησίας καὶ πεποιθήσεως τῆς περὶ τὴν αὐτοῦ ἀλήθειαν φεύγει μὲν τὴν πρὸς ἀνθρώπους κρίσιν, πρὸς δὲ θεὸν ἡδέως κρίνεται τὸν ἀψευδῶς καὶ ἀπλανῶς ἕκαστα λέγοντα, ἄκουσον αὐτοῦ λέγοντος ἐν τοῖς ἐφεξῆς, ὅτε πρὸς τὸν Σωφὰρ διαλεγόμενος ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν οἷα ἐσφαλμένην καὶ οὐ μετὰ 100 τῆς δικαίας προιοῦσαν κρίσεως ἐπάγει· οὐ μὴν δέ, ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω, τὸν ἀψευδῆ δηλονότι καὶ ἀπροσωπόληπτον, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται· ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. ὁρᾷς, ὡς τὰς μὲν τῶν ἀνθρώπων κρίσεις ὡς ἀδίκους ἐκκλίνει, εἰς δὲ τὸν τῶν ψυχῶν ἰατρὸν καὶ δίκαιον κριτὴν καταφεύγει θεόν; εἶτα καὶ ἐφεξῆς σφόδρα πεποιθὼς τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ θαρρεῖ καὶ λέγει· οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι, καὶ πάλιν ἀλλαχοῦ λέγει· καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. θεωρεῖς πανταχοῦ, ὡς φεύγων τὰς παρὰ ἀνθρώποις ἐσφαλμένας κρίσεις αὐτὸν αἰτεῖ τὸν θεὸν καὶ ἀντίδικον αὐτῷ γενέσθαι καὶ μάρτυρα; ταῦτα πόσης ἀγάπης, πόσης παρρησίας, πόσης πεποιθήσεως. διὸ καὶ ὁ θεὸς ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων οὐ παρεσιώπησεν εἰδώς, ἐκ ποίας διαθέσεως ὁ δίκαιος ἐλάλει, ἀλλὰ δέδωκεν αὐτῷ κατὰ τῶν φίλων τὰ νικητήρια καὶ ἀπεφήνατο, μὴ δι' ἁμαρτίας αὐτὸν πάσχειν, ἀλλ' ἵνα ἀναφανῇ δίκαιος. ταύτην οὖν ἐγνωκότες τοῦ δικαίου τὴν περὶ θεὸν ἀγάπην καὶ πεποίθησιν οὕτω τῶν ἐφεξῆς ἀναγεγραμμένων ἀκούσωμεν. ἐὰν δὲ λέγῃ ὁ ψαλμῳδός· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, μὴ τοῦτο ἡμᾶς θορυβείτω. καὶ γὰρ καὶ ὁ μέγας οἶδεν Ἰώβ, ὡς πρὸς τὴν θείαν δικαιοσύνην τε καὶ ἀκρίβειαν οὐδεὶς δίκαιος. νῦν δὲ ὁ σκοπὸς αὐτῷ, οὐ δικάσασθαι πρὸς τὴν θείαν ἀκρίβειαν οὐδὲ δεῖξαι τὸν δίκαιον θεὸν ἀδίκως αὐτὸν κολάζοντα, ἀλλ' ἀπελέγξαι ψευδομένους τοὺς φίλους τοὺς οἰηθέντας αὐτὸν δι' ἁμαρτίας τιμωρεῖσθαι· 101 ὥστε καὶ ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεὸς τῇ τοῦ Ἰὼβ συνέδραμε γνώμῃ καὶ σαφῶς εἶπεν, ὡς οὐ δι' ἀσέβειαν πέπονθεν, ἀλλὰ πεῖρά τις ἦν ἡ βάσανος δοκιμάζουσα τὸν γενναῖον Ἰώβ, ἵνα ἀναφανῇ δίκαιος. τὸ δὲ ἐβδελύξατό με ἡ στολή δύναται καὶ οὕτω νοεῖσθαι· ἢ ὅτι καὶ οἱ ἐγγύτατοί μου ἐβδελύξαντο καὶ ἐμίσησάν με, ἢ ὅτι φεύγει με καὶ ἡ ἐσθῆς οἱονεὶ μισήσασά με, ἀντὶ τοῦ· οὐδὲ ἐπενδύσασθαι δύναμαι διὰ τὸ ἄγαν εἱλκῶσθαι. 9, 32 οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. εἴθε γὰρ ἦν ἐξόν, φησίν, ὡς ἐπὶ ἀνθρώπων πρὸς σὲ τὸν ἀδέκαστον κριθῆναι κριτήν. 9, 3310, 1 εἴ γε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων. ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. καὶ οὐ μὴ φοβηθῶ, ἂν λαλήσω, οὐ γὰρ συνεπίσταμαι ἐμαυτῷ ἄδικον, κάμνω δὲ τῇ ψυχῇ μου. καὶ εἴθε ἦν ἑλέσθαι μεσίτην τὸν ἐν τῷ πράγματι ἀποφαινόμενον. ταῦτα δέ, ὡς ἔφημεν, θαρρῶν τῇ τοῦ θεοῦ ἀληθείᾳ φησὶ καὶ βουλόμενος τοὺς φίλους διελέγξαι μὴ ἀληθεύοντας. τοῦ γὰρ Ἰὼβ λέγοντος, ὅτι· οὐκ οἶδα τοιαῦτα ἁμαρτήσας, ὡς τοιαῦτα κολάζεσθαι, καὶ τοῦ θεοῦ φάσκοντος, ὡς οὐ δι' ἁμαρτίας κολάζει, τί ἕτερον εἶχεν ὁ μεσίτης ποιεῖν ἢ συντρέχειν τοῖς ἑκατέρων λόγοις καὶ καταδικάζειν τοὺς φίλους ὡς ψευσαμένους, ὃ δὴ καὶ ὕστερον ὁ θεὸς ἔπραξεν; εἶτα ὥσπερ τινὸς λέγοντος· καὶ διὰ τί μὴ τὰ σαυτοῦ παρατίθης 102 δίκαια; διδάσκει λέγων ὅτι· εἰ ἐπιτρέπει μοι ὁ θεὸς παρρησιάσασθαι, ἀφελεῖται τὰς βασάνους, ἐπιτρέψει μοι τὸ μὴ φοβεῖσθαι, ἵνα ὡς ἐξ αὐτοῦ τὴν παρρησίαν λαβὼν