1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

2

ἀποστόλοις ἀκολουθῶν καὶ τοῖς ἁγιωτάτοις ἡμῶν πατράσιν, οἵτινες ἐκ τῶν ἀποστόλων τὸ βιβλίον παρειληφότες κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκδεδομένον ἐν τοῖς ἐνδιαθέτοις τῆς θεοπνεύστου γραφῆς κατέλεξαν, οὔτε ἐξ ἀνθρωπίνης ἐννοίας συντεθεῖσθαι λέγω τὴν γραφήν, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντά φημι ὑπὸ ἁγίου πνεύματος ὁδηγηθέντας καὶ καλῶς νενοηκότας τὰ Ἑβραϊκὰ αὐτό τε τοῦτο τὸ βιβλίον καὶ πάντα τὰ τῆς Παλαιᾶς ∆ιαθήκης εἰς τὴν Ἑλλάδα μεταβαλεῖν γλῶτταν πρὸ τῆς τοῦ κυρίου ἐπιδημίας ἐπὶ τῶν Πτολεμαίων τῶν Αἰγύπτου βασιλευσάντων θεοῦ τοῦτο οἰκονομήσαντος, ἵνα μή τις εἴπῃ, ὡς χάριν Χριστιανοῖς κατατιθέμενοι οὕτω τὰς γραφὰς οἱ ἑβδομήκοντα διηρμήνευσαν. καὶ οἱ μὲν λοιποὶ τῶν ἑρμηνευτῶν μετὰ τὴν ἐπι 3 δημίαν γεγονότες καὶ οὐκ ὄντες Χριστιανοὶ πρὸς τὸν ἴδιον σκοπὸν τὴν ἑρμηνείαν ἐποιήσαντο καὶ εἷς ἕκαστος καθ' ἑαυτὸν ὡς ἠβουλήθησαν· οἱ δὲ καὶ πρὸ τῆς ἐπιδημίας καὶ διῃρημένως ἡρμήνευσαν κατὰ συζυγίας ὑπὸ τοῦ Πτολεμαίου διαιρεθέντες, καὶ πάντες συνεφώνησαν ἀλλήλοις ὡς ἐκ μιᾶς γλώττης φθεγξάμενοι καὶ μήτε πρὸς χάριν μήτε πρὸς ἀπέχθειάν τινος τὴν μεταβολὴν τῶν Ἑβραϊκῶν ποιησάμενοι. διόπερ αὐτὴν ὡς ἀνύποπτον οὖσαν καὶ ὑπὸ πολλῶν καὶ πρεσβυτέρων τοῦ Ἰσραὴλ σὺν ἀληθείᾳ ἐκδεδομένην οἱ τῆς ἀληθείας μυσταγωγοὶ θεῖοι ἀπόστολοι τῇ ἐκκλησίᾳ παραδεδώκασιν, ὥστε περιτταὶ τῶν μυθολόγων Ἑβραίων αἱ παρεξηγήσεις. εἰ γὰρ καὶ κατὰ τὸ σπάνιον χρησόμεθα λέξει τινι κειμένῃ παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, σαφηνείας καὶ μόνης χάριν τοῦτο ποιοῦμεν, κατὰ τῶν αὐτῶν μέντοι νοημάτων ἐρχόμεθα· οἷόν ἐστι παρ' Ἕλλησιν ἀκοῦσαι λεγομένους ἐρέτας τοὺς κωπηλάτας, καὶ διὰ τὸ μὴ εἰδέναι τοὺς ἀκροωμένους, τίνες εἰσὶν ἐρέται, φαμὲν πρὸς αὐτούς, ὅτι οὗτοί εἰσιν οἱ κωπηλάται. οὕτως καὶ ἐὰν εὕρωμεν παρὰ τοῖς ἑβδομήκοντα ἀσαφεστέραν λέξιν σαφέστερον εἰρημένην παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, συγχρώμεθα τῇ σαφεστέρᾳ διὰ τὴν σαφήνειαν. οὐ γάρ φαμεν, ὅτι ἐκεῖνοι τούτων ἄμεινον ἡρμήνευσαν· τοῦτο γὰρ παντελῶς ἀνόητον καὶ Ἰουδαϊκῆς ἢ καὶ Σαμαρείτιδος τόλμης παρεγχείρημα. καὶ ταῦτα μὲν περί τε τοῦ ἀνδρειοτάτου Ἰὼβ καὶ τῆς συγγραφῆς, ἣν ἅπασαν δεχόμεθα μετὰ τῶν ἐν τῷ τέλει γεγραμμένων, ἐν οἷς καὶ ἡ γενεαλογία φέρεται τοῦ Ἰώβ, δι' ἧς δηλοῦται πρὸ νόμου τυγχάνων. ὅλην γὰρ τὴν συγγραφὴν οὕτω γεγραμμένην ἄνωθεν ἐκ τῶν ἀποστόλων ἡ ἐκκλησία παρείληφεν. πείθομαι δὲ καὶ τοὺς αὐτοῦ φίλους δικαίους εἶναι· οὐ γὰρ ἦν τὸν δίκαιον μὴ δικαίους κεκτῆσθαι φίλους· ἐπειδὴ δὲ μέγας ἦν ἀθλητὴς καὶ ὁ τῶν ἀποστατικῶν δυνάμεων ἄρχων διάβολος δι' ἑαυτοῦ κατέβη πρὸς τὸν ἀγῶνα, ὁ τοὺς ἑαυτοῦ στεφανίτας ἀνακηρύττων θεὸς πάντα παθεῖν συγκεχώρηκε τὸν δίκαιον καὶ πάσας ἐνέγκαι τοῦ πολεμίου τὰς πληγάς, ὡς ἂν μή τις αὐτῷ πρόφασις ὑπολειφθῇ. διὸ πρὸς πᾶσι τοῖς ἀλγεινοῖς συνεχωρήθησαν καὶ οἱ αὐτοῦ φίλοι ἀντὶ παραμυθίας φαρμάκου δεινοτέρους αὐτῷ τῶν τραυμάτων λόγους ἐπιθεῖναι. ἡ δὲ συγχώρησις γέγονεν οὕτως· πολλοὶ τῆς ἐγκαταλείψεώς εἰσιν οἱ 4 τρόποι, καὶ ὁ μέν τις πάσχει δι' ἁμαρτίας, ὡς ἐκεῖνος πρὸς ὃν ἔλεγεν ὁ σωτήρ· ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ὁ δέ, ἵνα δοξασθῇ ὁ θεός, ὡς ὁ ἐκ γεννητῆς τυφλός, περὶ οὗ πάλιν ἔφησεν ὁ κύριος· οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα δοξασθῇ ὁ θεός. καὶ ἄλλοι πάσχουσι κατ' ἄλλην οἰκονομίαν, ὡς οἱ παῖδες οἱ ἀναιρεθέντες ὑπὸ Ἡρώδου καὶ ἄλλοι πολλάκις, ἵνα κακίας προσδοκωμένης ἀνασταλῶσιν ἢ ἵνα ἀπὸ κακίας εἰς ἀρετὴν ἐπιστρέψωσιν. καὶ ἁπλῶς εἰπεῖν ποικίλοι καὶ πολλοὶ τῆς τοῦ θεοῦ προνοίας καὶ τῆς ἐξ αὐτοῦ παιδεύσεως ἡμῖν ἐπιφερομένης οἱ τρόποι, πάντες δὲ συμφέροντες καὶ ὠφέλιμοι, κἂν ἡμεῖς τούτων ἀγνοῶμεν τοὺς λόγους. εἷς δὲ τῶν τρόπων τυγχάνει καὶ οὗτος ὃς τοῖς δικαίοις ἐπιφέρεται, ἵνα αὐτῶν ἡ κεκρυμμένη ἀρετὴ διαλάμψῃ καὶ ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθέντες ἐκλάμψωσιν. κατὰ τοῦτον τὸν τρόπον συνεχώρει ὁ θεὸς τὸν τῆς ὑπομονῆς ἀνδριάντα τὸν μέγαν Ἰὼβ ὑπὸ τοῦ διαβόλου πειράζεσθαι. καὶ ἠγνόει μὲν τέως αὐτὸς