1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

97

36, 7 οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ. ὅμοιον ἐν Ψαλμοῖς ὅτι· ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. 36, 7 καὶ μετὰ βασιλέων εἰς θρόνον, καθιεῖ αὐτοὺς εἰς νῖκος καὶ ὑψωθήσονται. κατὰ μὲν τὸ πρόχειρον ἐσθότε τοὺς δικαίους ὁ θεὸς τοσαύτης ἀξιοῖ καὶ παρὰ ἀνθρώποις τιμῆς, ὡς καὶ συγκαθίζειν αὐτοὺς βασιλεῦσι καὶ νῖκος αὐτοῖς χαρίζεσθαι κατὰ τῶν ἐχθρῶν καὶ εἰς ὕψος ἐπαίρειν. κατὰ δὲ βαθυτέραν διάνοιαν οἱ κατὰ θεὸν πτωχοὶ καὶ δίκαιοι μετὰ τῶν κατ' ἀρετὴν μεγάλων σύνθρονοι τῷ βασιλεῖ τῶν οὐρανῶν ἔσονται νικήσαντες τοὺς νοητοὺς ἐχθροὺς καὶ ὑψωθέντες. 36, 89 καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίῳ πενίας, καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν. 308 τοὺς δὲ ἀδίκους δεσμώτας ἐργασάμενος καὶ καταδήσας πενίᾳ διὰ τῶν συμφορῶν εἰς ἀνάμνησιν ἄγει τῶν οἰκείων ἔργων καὶ παραπτωμάτων, ἅπερ ἔπραξαν διὰ τῆς ἰδίας ἰσχύος. 36, 10 ἀλλὰ τοῦ δικαίου εἰσακούσεται. τοῦτο τῷ ἀνωτέρω εἰρημένῳ συνῆπται, ἵνα ᾖ οὕτως· οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, ἀλλὰ τοῦ δικαίου εἰσακούσεται. 36, 10 καὶ εἶπεν, ὅτι ἀποστραφήσονται ἐξ ἀδικίας. κηδόμενος δέ, φησίν, καὶ τῶν ἀδίκων ὁ θεὸς δεσμοῖς αὐτοὺς καὶ πενίᾳ πιέζει, ὡς ἂν εἰς συναίσθησιν ἐλθόντες τῶν ἡμαρτημένων ἀποστρέψωσιν ἐκ τῆς ἀδικίας. 36, 11 ἐὰν ἀκούσωσι καὶ δουλεύσωσιν, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπραγίαις. τὴν διὰ τῶν ἔργων ἐπιστρεπτικὴν παιδείαν τοῦ θεοῦ λέγει ὥσπερ τινὰ νουθεσίαν ἀκουστὴν εἰς συναίσθησιν ἄγουσαν τοὺς παιδευομένους. ἐὰν οὖν, φησίν, ἀκούσαντες τοῦ ψυχωφελοῦς τούτου μαθήματος δουλεύσωσι θεῷ, ἐν εὐπραγίᾳ καὶ ἀγαθῶν ἀφθονίᾳ βιοτεύσουσιν. 32, 12 ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. τοὺς δὲ ἀσεβεῖς οὐ διασῴζει θεὸς οὐκ αὐτὸς αὐτοῖς τῆς ἀπωλείας 309 αἴτιος γενόμενος, ἀλλ' ἐπειδήπερ αὐτοὶ ἑαυτοῖς τούτου κατέστησαν αἴτιοι μήτε τῷ ἐμφύτῳ καὶ φυσικῷ λόγῳ τὸν θεὸν ἐπιγνῶναι θελήσαντες, μήτε τῇ ἐπιστρεπτικῇ παιδείᾳ καὶ νουθεσίᾳ κατήκοοι γενέσθαι θεοῦ βουληθέντες. 36, 13 καὶ ὑποκριταὶ καρδίας τάξουσι θυμόν. οἱ δὲ τὰς καρδίας ὑποκριταὶ σχῆμα μὲν εὐσεβείας περικείμενοι, ἔσωθεν δὲ ὄντες λύκοι ἅρπαγες αὐτοὶ ἑαυτῶν κατατάσσουσι καὶ καθορίζουσι τὴν θείαν ὀργήν. 36, 13 οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς. οὗτοι δὲ οἱ ὑποκριταὶ οὐκ ἀναβλέπουσι πρὸς θεὸν καὶ ἐπιστρέφουσιν, ἐπειδὴ κατέδησεν αὐτοὺς ἡ ὑπόκρισις. 36, 1415 ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, ἀνθ' ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον. διὰ τοῦτο, φησίν, καὶ ἄωροι ἀποθνῄσκουσιν ὑπὸ τῶν θανατηφόρων ἀγγέλων τιτρωσκόμενοι· ἢ καὶ συναποθνῄσκουσι ταῖς νεωτερικαῖς ἐπιθυμίαις ὑπὸ τῶν τιμωρῶν ἀγγέλων αἰκισθησόμενοι. ἡ δὲ αἰτία· δι' ἃς εἰργάσαντο κατὰ τῶν ὑποδεεστέρων θλίψεις καὶ ἀδικίας. 36, 15 κρίμα δὲ πραέων ἐκθήσει. τῶν δὲ πραέων τὸ κρίμα ὁρίσει ὁ θεός· τοῦτο γὰρ σημαίνει τὸ 310 ἐκθήσει, ἀντὶ τοῦ· οὐ περιόψεται αὐτοὺς ἀδικουμένους. πραεῖς δὲ ἢ τοὺς κατὰ προαίρεσιν δικαίους νοήσεις, ἢ καὶ πάντας τοὺς ἀδικουμένους καὶ δι' ἀσθένειαν ἡσυχίαν ἄγοντας. 36, 16 καὶ ἠπάτησέ σε ἐκ στόματος ἐχθροῦ. διὰ μέσου τεθηκὼς τὸ κρίμα δὲ πραέων ἐκθήσει ὡς πρὸς τὸ τῶν ὑποκριτῶν πρόσωπον ἐπήγαγεν, ὅτι τιμωροῦνται οἱ ὑποκριταὶ ὡς ἀπατῶντες τοὺς ἀνθρώπους διὰ τοῦ ἑαυτῶν ἐχθροῦ στόματος ἕτερα μὲν διὰ γλώσσης προφέροντες, ἕτερα δὲ κατὰ διάνοιαν ἔχοντες. τὸ δὲ κοινὸν ὡς ἐπὶ ἰδικοῦ προσώπου τεθηκὼς εἶπεν· ἠπάτησέ σε, ἀντὶ τοῦ· ἐπειδὴ πεφύκασιν ἀπατᾶν οἱ ὑποκριταί. 36, 16 ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς. εἰ μὲν περὶ τῶν ὑποκριτῶν ὁ λόγος, ἐοίκασιν, φησίν, ἀβύσσοις βαθέως καὶ ἐγκαθέτως βουλευόμενοι· καὶ ὥσπερ ἡ τῶν ὑδάτων κατάχυσις ὑποκάτω ἑαυτῆς τὰς ὑφάλους ἐπικρύπτει πέτρας καὶ λανθάνοντα τοῖς πλέουσι φέρει τὸν κίνδυνον, οὕτω δὴ καὶ ἡ τούτων γνώμη τῷ προσχήματι τῆς ὑποκρίσεως ἐπισκιαζομένη ναυαγεῖν παρασκευάζει τοὺς αὐτῇ καταπιστεύοντας. εἰ δὲ περὶ τῆς