1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

39

τῶν ὑπὸ τῶν φίλων ῥηθέντων διέλαθεν, ἀλλὰ καὶ πρὸς πάντα ἀπαντᾷ καὶ δόγματα λαλεῖ καὶ ἀξίως θεοῦ τὰς περὶ αὐτοῦ κέκτηται ὑπολήψεις καὶ τρόπον τινὰ μὴ ὢν ἐν σαρκί, ἀλλ' ὅλος ὢν ἐν πνεύματι, οὕτως ἐν μέσαις ταῖς βασάνοις φιλοσοφεῖ. 119 Αἱ λέξεις 12, 2 εἶτα ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; ἆρα οἴεσθε, φησίν, ὅτι μόνοι ἄνθρωποι τυγχάνετε καὶ εἰς ὑμᾶς ἡ πᾶσα σοφία τελευτᾷ, ὡς μηδένα ἄλλον μετέχειν αὐτῆς; ἢ καὶ οὕτως· εἶτα ἔστιν ἐφ' ὑμῖν εἰπεῖν, ὅτι ἄνθρωποί ἐστε τὸ κατ' εἰκόνα διασῴζοντες, ἢ μέχρι τελευτῆς συμπαραμένει ὑμῖν ἡ σοφία; ἵνα εἴπῃ ὅτι· οὐκ ἔστε ἐν τελειότητι σοφίας, ἀλλὰ παρετράπητε καὶ σχεδὸν ἀπωλέσατε τὸ εἶναι ἄνθρωποι. ταῦτα δὲ λέγει οὐ κατεπαιρόμενος αὐτῶν, ἀλλὰ ἀχθόμενος ἐφ' οἷς παρὰ τὴν ἀλήθειαν λαλοῦσιν. 12, 3 κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἐστιν. δύναμαι, φησίν, κἀγὼ εἰδέναι ὅσα καὶ ὑμεῖς ἴστε. 12, 4 δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθην εἰς χλεύασμα. γον. οἱ γὰρ σαρκικοὶ τὰ τῶν δικαίων καὶ πνευματικῶν μωρίαν ἡγοῦνται. ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, μωρία γὰρ αὐτῷ ἐστιν. 12, 5 εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπ' ἄλλους, οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντές φασιν ὅτι· ἰδοὺ καὶ ἡ γρα 1 φὴ λέγει, ὅτι εἵμαρτο αὐτὸν παθεῖν. ἀλλ' οὐ τοῦτο ἡ γραφὴ λέγει, μὴ γένοιτοοὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέτερα, ἀλλ' ὅτι πάντα ἐν μέτρῳ διοικῶν τὰ καθ' ἡμᾶς ὁ θεὸς τοῖς τῆς ἑαυτοῦ προνοίας λόγοις οἶδε, καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον ἐπάγει τοὺς πειρασμούς. τοῦτο δὲ εἶπεν ὁ Ἰώβ, ἵνα τὸ κρίμα τῷ θεῷ παράσχῃ μονονουχὶ λέγων· μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες. ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ' ὅσον ὁ θεὸς βούλεται. 12, 6 οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῶος ἔσεσθαι, ὅσοι γὰρ παροργίζουσι τὸν κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται. καὶ πρόδηλον, φησίν, ὡς οὐκ ἀτιμώρητος ἡ πονηρία οὐδὲ ἀνεξέταστοι μένουσιν οἱ τὸν θεὸν παροργίζοντες. 12, 78 ἀλλὰ δὴ ἐπερώτησον τετράποδα, ἐάν σοι εἴπωσι ἢ πετεινὰ τοῦ οὐρανοῦ, ἐάν σοι ἀναγγείλωσιν, ἐκδιήγησαι δὲ γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης. εἰ δὲ οὐκ ἀρκεῖ, φησίν, ἀκούειν ἀνθρώπου, ἐπερώτησον τὰ ἄλογα καὶ τὰ ἄψυχα. τοῦτο δὲ λέγει πρὸς ἐντροπὴν τοῦ Σωφάρ, ὅτι ταῦτα ἀναντίρρητά ἐστι καὶ πᾶς ἄνθρωπος αὐτὰ ἐπίσταται. τάχα δὲ καὶ τοῦτό φησιν, ὅτι καὶ τὰ ἄψυχα καὶ τὰ ἄλογα, κἂν μὴ λαλῶσιν, τῆς τοῦ θεοῦ δυνάμεως συναισθάνονται. 12, 910 τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ κυρίου ἐποίησεν αὐτά; εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου; πᾶσιν οὖν, φησίν, ἐστὶν ὡμολογημένον, ὅτι τῇ ποιητικῇ καὶ δραστηρίῳ τοῦ θεοῦ δυνάμει τὰ πάντα συνέστησαν καὶ αὐτὸς τὴν πάντων 121 συνέχει ζωήν. εἰ δὲ μὴ τὸ αὐτὸ ψυχὴν καὶ πνεῦμα ἐνταῦθα λέγει, τὸ ψυχὴ μὲν ἐπὶ τῶν ἀλόγων νοητέον, πνεῦμα δὲ ἐπὶ τοῦ ἀνθρώπου διὰ τὸ δεδομένον τῷ ἀνθρώπῳ κατὰ τὴν ἐξ ἀρχῆς πλάσιν πνευματικὸν χάρισμα. 12, 1112 οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται. ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη. ὅνπερ γὰρ τρόπον, φησίν, ὁ λάρυγξ διακριτικός ἐστι τῶν γευστῶν κοινὸν δὲ τοῦτον πάντες ἔχομεν, οὕτως ἐστί μοι καὶ πρὸς ἀκοὴν λόγων ὠτίον καὶ χρόνος ἱκανὸς εἰς σοφίαν· ὁ γὰρ φρόνιμος παλαιούμενος προκόπτει τῇ σοφίᾳ. θέλει οὖν εἰπεῖν ὅτι· καὶ οἶδα ἃ ἀκούω καὶ χρόνον εἰς ἐπιστήμην προσέλαβον. ὁ μὲν οὖν Ἀκύλας ἀντὶ τοῦ οὖς _ὠ_τ_ί_ο_ν ἐκδέδωκε· τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ οὖς νοῦς ἔχουσιν. λέγει οὖν ὅτι· ὥσπερ λάρυγγα ἐπὶ διακρίσει βρωμάτων ἅπαντες ἔχομεν, οὕτω καὶ νοῦν δυνάμενον εἰδέναι τὰ περὶ τῆς τοῦ θεοῦ σοφίας τε καὶ δυνάμεως. διὸ καὶ ἐπάγει· 12, 1316 παρ' αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει, ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν, ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. παρ' αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. οὐδεὶς οὖν ἀγνοεῖ, φησίν, ὅτι καὶ σοφός ἐστιν ὁ θεὸς καὶ