1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

37

ὅτι· καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σὲ καὶ διανοίξαι χείλη αὐτοῦ μετὰ σοῦ; εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ. καὶ τότε γνώσῃ, ὅτι ἄξια σοι ἀπέβη παρὰ κυρίου ὧν ἡμάρτηκας. εἴθε, φησίν, ἦν θεὸν διαλεχθῆναί σοι ἵνα μαθὼν τὴν αὐτοῦ σοφίαν καὶ τὴν κατὰ δικαιοσύνην ὑπεροχὴν μηκέτι τολμήσῃς λέγειν ὅτι· καθαρός εἰμι καὶ ἄμεμπτος, ἀλλὰ γνῷς ὅτι τὸ κατ' ἀξίαν ἀπένειμέ σοι ὁ θεὸς ἰσομέτρους τοῖς ἁμαρτήμασι τὰς τιμωρίας ἐπαγαγών. τὸ δὲ ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ τοῦτο δηλοῖ· πολλή ἐστιν 112 ἡ ὑπεροχὴ τοῦ θεοῦ πρὸς τὸν λέγοντα ἑαυτὸν ὥσπερ σὺ σοφὸν εἶναι καὶ δίκαιον. εἰ δὲ καὶ σοφώτερος ἡμῶν ἐστι καὶ δικαιότερος, σοφῶς καὶ δικαίως ἐπήγαγέν σοι τὰς τιμωρίας. 11, 7 ἦ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ παντοκράτωρ; ἀνέφικτά σοι, φησίν, τὰ τοῦ θεοῦ, καὶ τὰς ὁδοὺς αὐτοῦ τῆς προνοίας εὑρεῖν ἀμήχανον ἢ ἄχρι τέλους τῶν βουλευμάτων αὐτοῦ φθάσαι ἢ τῶν ποιημάτων. 11, 8 ὑψηλότερος ὁ οὐρανὸς καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας; πῶς δ' ἂν ἐφίκοιο, φησίν, πόσον ἐστὶ τὸ ὕψος τοῦ οὐρανοῦτοῦτο γὰρ σημαίνει τὸ καὶ τί ποιήσεις; ἀντὶ τοῦ· ἀμηχανήσεις εὑρεῖν, ἢ τίνα εἰσὶ τὰ ὑπὸ τὸν ᾅδην; 11, 9 ἢ μακρότερα μέτρα γῆς ἢ εὖρος θαλάσσης. οἶδας, δέ φησιν, τῆς γῆς τὸ μέτρον, πόσον ἐστίν, ἢ τῆς θαλάσσης τὸ πλάτος; 11, 10 ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; εἰ δὲ καὶ τὰ πάντα ἀναστρέψαι βουληθῇ, τίς ἀντερεῖ τοῖς αὐτοῦ νεύμασι καὶ τῇ τοσαύτῃ ἐξουσίᾳ; εἶτα, ἵνα μὴ δόξῃ λέγειν ὅτι· κατ' ἐξουσίαν ἐπήγαγέ σοι τὰς τιμωρίας καὶ οὐ κατὰ τὸ δίκαιον, ταχέως ἐπήγαγεν· 11, 11 αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄνομα οὐ παρόψεται. ὡς δυνατὸς τοίνυν καὶ σοφός, φησίν, καὶ δίκαιος ἀνομοῦντά σε οὐ παρεῖδεν, ἀλλ' ἐτιμωρήσατο. 113 11, 12 ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. ὁ μὲν οὖν θεός, φησίν, τοσοῦτός ἐστι καὶ τοιοῦτος, ὁ δὲ ἄνθρωπος εἰκῇ καὶ μάτην φλυαρεῖ οὐδὲν ὄνου κατὰ τὸ εὐτελὲς τῆς φύσεως ὅσον πρὸς τὴν θείαν σοφίαν καὶ ὑπεροχὴν διαφέρων. ἐρημίτην δὲ ὄνον ἔφη διὰ τὸ ἀνυπότακτον. τοῦτο δὲ αἰνιττόμενος τὸν Ἰὼβ ἔφησεν ὡς καὶ φλύαρον καὶ πρὸς θεὸν ἀνυπότακτον. 11, 1314 εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ καὶ χεῖρας πρὸς αὐτόν, εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. ὁ Σύμμαχος ἀντὶ τοῦ· ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν _ἁ_π_λ_ώ_σ_ε_ι_ς_ _π_ρ_ὸ_ς_ _α_ὐ_τ_ὸ_ν_ _τ_ὰ_ς_ _π_α_λ_ά_μ_α_ς_ _σ_ο_υ ἐκδέδωκεν. οἱ οὖν χρόνοι ἐνταῦθα ἐνηλλαγμένοι εἰσίν, ὁ δὲ νοῦς οὗτος· εἴ τι μοι πείθῃ, κάθαρόν σου τὴν καρδίαν καὶ τὰς χεῖρας ἅπλωσον πρὸς θεὸν εἰς εὐχὴν καὶ μηκέτι ἀδικήσῃς ἢ ἀνομήσῃς, καὶ ἔσονταί σοι τάδε καὶ τάδε ἅπερ ἐφεξῆς φησιν. καὶ δοκεῖ μὲν ὁ Σωφὰρ παραινεῖν τῷ Ἰώβ, πλὴν καὶ αὐτὸς αὐτὸν πλήττει ὡς δι' ἁμαρτίας κολαζόμενον. 11, 15 οὕτω γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. εἰ γὰρ μετανοήσεις, φησίν, τὸ ἐσβεσμένον καὶ συγκεχυμένον σου πρόσωπον ἀπὸ τῶν συμφορῶν ἐκλάμψει καὶ ὡς καθαρὸν ὕδωρ διαυγάσει, ἵνα εἴπῃ ὅτι· τὴν παλαιὰν εὐδαιμονίαν ἀπολήψῃ. 114 11, 15 ἐκδύσει δὲ ῥύπον καὶ οὐ φοβηθήσῃ. ἐπειδὴ ὁ Ἰὼβ ἔφη· ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ὁ Σωφάρ φησιν ὅτι· καὶ τοῦτον τὸν ῥύπονὅ ἐστιν· τὴν δυσπραγίανἀποδύσῃ καὶ οὐδὲ ἔτι φοβηθήσῃ, μή τι σοι ἐν τοῖς ἐφεξῆς δυσχερὲς ἀπαντήσῃ. 11, 16 καὶ τὸν κόπον ἐπιλήσει ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσει. ἀλλ' οὐδὲ ἴχνος ὑποληφθήσεταί σοι τῶν κόπων οὐδὲ μνήμη τῶν συμφορῶν ὥσπερ οὐδὲ κύματος παρελθόντος ἴχνη καταλιμπάνονται. 11, 17 ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος. ἀντὶ τοῦ· ὑπέρλαμπρος, καθαρά, τουτέστιν· ἀνύουσα. 11, 17 ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή. ἢ τοῦτο λέγει, ὅτι· ὡς ἥλιος ἐν μεσημβρίᾳ διαλάμψει σου ἡ ζωή· ἢ ἐπειδὴ ἐν μεσημβρίᾳ ὑπὲρ κεφαλῆς ὢν ὁ ἥλιος οὔτε ὄπισθεν ποιεῖ σκιὰν οὔτε ἔμπροσθεν, φησὶν ὅτι· ἐπειδὴ νῦν ὥσπερ ἐν μέσῳ ζυγῷ ἐπὶ ξυροῦ κεῖται τὰ κατὰ σέ, ἐκ ταύτης σου τῆς ἀμφικρήμνου καταστάσεως ἀναλάμψει σου ἡ ζωή, ἐὰν