1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

26

ἐλθούσης ἐπὶ τοῖς ὁμοίοις κατεξετάζομαι μέχρι τῆς ἑτέρας 76 ἡμέρας. καὶ εἴθε μέχρις ὀδυνῶν εἱστήκει τὸ πρᾶγμα· ἀλλ' οἱ σκώληκες τίκτονται μὲν ἐξ ἐμοῦ, τὸ δὲ ἐμὸν καταδαπανῶσι σῶμα, καὶ οὕτω δριμεῖς ἰχῶρας ἐκρέω ὡς, ἐὰν ὀστράκου διαπορήσω, εἶτα ἐθελήσω βώλῳ τούτους ὑποδέξασθαι, αὐτὰς τήκουσι τὰς βώλους τῷ σφοδρῷ τῆς δριμύτητος. τί οὖν ταῦτα μὲν ὑπομένω; μακρὸν δὲ ἐλπίζων διάγειν βίον προσδοκῶ τινα μεταβολήν; ἀλλὰ καὶ οὗτός ἐστιν ὀλίγος, ὅσος ἂν ᾖ, καὶ θᾶττον ὠκυτάτου δρομέως πρὸς τὸ τέρμα ἐπειγομένου παρερχόμενος. πολὺς δὲ ἤδη καὶ παρῴχηκε χρόνος χρηστῆς ἐλπίδος οὐδεμιᾶς ὑποφανείσης. οὕτω δὲ κατασκευάσας τὸν λόγον ἡμῖν ἀφῆκεν ἐννοεῖν, ὡς οὐκ ἐσφαλμένως ἐπόθει τὸν θάνατον μηδὲ μικρᾶς ἀξιούμενος τυχεῖν ἀναπαύσεως. εἶτα ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν εἰς εὐχὴν διὰ μέσου τρέπεται καί φησιν· 7, 7 μνήσθητι οὖν, ὅτι πνεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν. ὅμοια καὶ ὁ ∆αυὶδ ηὔξατο λέγων· ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. τὸ δὲ πνεῦμά μου ἡ ζωή ἀντὶ τοῦ· ἄνεμος, τὸ μηδέν. τὸ δὲ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν, ἐπειδὴ τὰ παρῳχηκότα οὐκέτι τις δύναται λαβεῖν. οὐκ ἀγνοῶν δὲ τὸ τῆς ἀναστάσεως μυστήριον ταῦτα λέγει, ὡς ἐν τοῖς ἐφεξῆς ἐπιδείξομεν, ἀλλ' ὅτι ὁ ἅπαξ ἀποθανὼν εἰς τοῦτον τὸν βίον ἐπανελθεῖν οὐκέτι δύναται, εἰ καὶ διά τι μυστήριόν τινες ἀνέστησαν. 77 7, 810 οὐ περιβλέψεται ὁ ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμὶ ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανοῦ. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι οὐ μὴ ἀναβῇ, οὐδ' οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδὲ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. καὶ οὕτως, φησίν, ταχεῖά τίς ἐστιν ἡ τοῦ βίου τελευτή, ὅτι οἱ σήμερον ὁρῶντές με οὐ πάντως αὔριον βλέπουσιν· ἅμα τε γὰρ θελήσεις, ἀπωλόμηντοῦτο γὰρ σημαίνει τὸ οἱ ὀφθαλμοί σου ἐν ἐμοίκαὶ ἔοικα νέφει διαλυθέντι καὶ τὴν οἰκείαν σύστασιν ἀπολέσαντι. ὁ γὰρ ἅπαξ ἀποθανὼν εἰς τὸν ἴδιον οἶκον οὐχ ὑποστρέψει οὐδὲ τὰ συνήθη πράττων ἐπιγνωσθήσεται· τοῦτο γὰρ σημαίνει τὸ οὐδὲ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. 7, 11 ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὢν τοῦ πνεύματός μου, ἀνοίξω πικρίας ψυχῆς μου συνεχόμενος. τοιγαροῦν, φησίν, οὐκ ἐφησυχάσω, ἀλλὰ εὔξομαι καὶ δεηθήσομαι συνεχόμενος. τὰς δὲ παρούσας ἀνάγκας καὶ τὴν καταπικρανθεῖσαν ψυχὴν καὶ τὸ εὐτελὲς τῆς φύσεως εἰς ἱκετηρίαν προβάλλεται. 7, 12 πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν; ἐννόησον, φησίν, ὦ δέσποτα, ὅτι οὔκ εἰμι μέγα τι καὶ ἐξαίσιον τῶν σῶν κτισμάτων, οἷον θάλασσα ἢ κῆτος, ἀλλ' εὐτελὴς καὶ μικρός τις καὶ ἐξασθενῶ τοσαύταις περικλειόμενος συμφοραῖς. ὥσπερ δέ, φη 78 σίν, τὴν θάλατταν καὶ τὰ ἐν αὐτῇ κήτη ὁρίοις περιέκλεισας, ἃ οὐχ ὑπερβαίνουσιν, οὕτω με ταῖς συμφοραῖς περιεστοίχισας, ἃς ὑπεξελθεῖν οὐχ εὑρίσκω. εἶτα καὶ εἰς οἰκτιρμοὺς ἐκκαλούμενος τὸν θεὸν ἐπάγει· 7, 1314 εἶπα ὅτι· παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου· ἐκφοβεῖς με ἐν ὑπνίοις καὶ ἐν ὁράμασί με καταπλήσσεις. κατ' αὐτὸν γὰρ τῆς ἀνέσεως τὸν καιρόν, ὅτε προσδοκῶ μικρὸν ἀδολεσχῆσαί μου τοῖς λογισμοῖς καὶ ὕπνου τυχεῖν καὶ ἀναπαύεσθαι, φοβερά μοι τὰ ἐνύπνια ἐφίστανται. συμβαίνει δὲ τοῦτο μάλιστα μὲν καὶ φυσικῶς τοῖς μεθ' ἡμέραν πειραζομένοις, ὥς που καὶ ὁ σοφὸς ἔφησεν Ἐκκλησιαστής· ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμῶν. εἰκὸς δὲ καὶ τὸν διάβολον φάσματά τινα φοβερὰ δεικνύντα ἐκδειματοῦν αὐτὸν καὶ ἐκταράττειν καθ' ὕπνους. ὁ δὲ μακάριος οὗτος οὔπω πληροφορηθείς, ὡς ἐξῃτήθη ὑπὸ τοῦ διαβόλου, οἴεται τὸν θεὸν καὶ ταῦτα καὶ τὰς βασάνους ἐπιφέρειν αὐτῷ. 7, 1516 ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου. οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. ἱκετεύω τοίνυν, λαβέ μου τὴν ψυχὴν καὶ ἀπάλλαξόν με τῆς ὀδύνης διὰ τοῦ θανάτου· οὐ γὰρ αἰώνιόν μέ τινα κατεσκεύασας, ἵνα νῦν μὲν ἐνέγκω τὰς ἀλγηδόνας, τὸν