1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

87

λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασι σοφίαν. ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσα. πάλαι, φησίν, καθήμενος καὶ τῶν λεγομένων ἐπακροώμενος καὶ οὐκ ἀξίους ἀκούων τῆς ἡλικίας τοὺς λόγους κατ' ἐμαυτὸν ἔλεγον· οὐ πάντως οὐδὲ ἁπλῶς οἱ ἐν πολλοῖς ἔτεσι βιώσαντές εἰσι σοφοί, ἀλλὰ χρεία τῆς τοῦ ἁγίου πνεύματος χάριτος τῆς οὐκ ἀναμενούσης χρόνου μῆκος, ἀλλ' ἀθρόως σοφιζούσης τὸν ἄνθρωπον. καὶ οὐ θαυμασίως δὲ εἶπεν Ἐλιούς· ὁ γὰρ νεώτερος καθ' ἡλικίαν ∆ανιὴλ τῇ θείᾳ χάριτι φρενωθεὶς τοὺς πεπαλαιωμένους ἡμερῶν κακῶν πρεσβυτέρους διήλεγξεν. διδάσκει δὲ ἡ χάρις οὐκ ἀκρίτως, ἀλλ' ἐὰν εὕρῃ ψυχὴν καθαράν. 32, 9 οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδὲ οἱ γέροντες οἴδασι κρίμα. καθ' ἑαυτὸν μὲν οὖν ὁ χρόνος δίχα τῆς χάριτος σοφίαν παρέχειν ἀδύνατος. ἔοικε δὲ κρίμα λέγειν μέρος ὁδῶν τοῦ θεοῦ· κρίσις γάρ ἐστι κυρίως ἡ καθόλου, κρίμα δὲ τὸ μερικόν. τοῦτο οὖν φησιν, ὅτι 274 οὐδὲ μέρος τῶν κριμάτων τοῦ θεοῦ δύναταί τίς καταλαβεῖν ὑπὸ τοῦ χρόνου σοφιζόμενος, εἰ μὴ ἡ θεία προσγένηται χάρις. 32, 1011 διὸ εἶπον· ἀκούσατέ μου καὶ ἀναγγελῶ ὑμῖν, ἃ οἶδα. ἐνωτίζεσθέ μου τὰ ῥήματα, ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. ἕτερα ἀντίγραφα μετὰ τὸ ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἔχουσι καὶ τούτους τοὺς στίχους· _ἰ_δ_ο_ὺ_ _ἤ_κ_ο_υ_σ_α_ _τ_ο_ὺ_ς_ _λ_ό_γ_ο_υ_ς_ _ὑ_μ_ῶ_ν_,_ _ἐ_ν_ω_τ_ι_σ_ά_μ_η_ν_ _ἄ_χρι συνέσεως ὑμῶν. οἱ δὲ ἕτεροι ἑρμηνευταὶ οὕτως ἐκδεδώκασιν· ἰδοὺ ἐξεδεξάμην τοὺς λόγους ὑμῶν, ἠκροασάμην ἐφ' ὅσον ἐφρονεῖτε, ἐφ' ὅσον ἐξητάζετε λόγους καὶ μέχρι τοῦ ἐφικέσθαι ὑμῶν ἐνενόουν. κατὰ μὲν οὖν ταύτην τὴν ἔκδοσιν καὶ τὰ ἕτερα τῶν ἀντιγράφων πρόδηλος ἡ διάνοια. ὥσπερ ἐγὼ μεθ' ἡσυχίας, φησίν, ἤκουσα πάντων τῶν λεχθέντων καὶ ἀνέμεινα μέχρι τοῦ συμπεράσματος τῶν ὑμετέρων λόγων καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε, καὶ ὑμεῖς τῶν ἐμῶν ἀκούσατε λόγων, διὰ τῶν ὤτων ἐγκατάθεσθε τῇ διανοίᾳ τὰ ῥήματα. κατὰ δὲ τὰ παρ' ἡμῖν ἀντίγραφα οὕτω περιέχοντα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, εἶτα συνημμένα· ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω, ὁ νοῦς οὗτος· λέγω οὐδὲν ὑπέρογκον, ἀλλὰ ἃ δύνασθε δοκιμάσαι καὶ μέχρις ὑμῶν συνήσω, ἀντὶ τοῦ· οὐ κενοφωνίαις χρήσομαι, ἀλλὰ ἃ δύνασθε συνιέναι λαλήσω καὶ ἃ δύνασθε νοῆσαι. 32, 1214 καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων ἀνταποκρινόμενος αὐτῷ 275 ῥήματα ἐξ ὑμῶν, ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν {τῷ} κυρίῳ προσθέμενοι· ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. διὰ τοῦτο δέ, φησίν, εἰς τὸ λέγειν προήχθην, ἐπειδὴ μηδεὶς ὑμῶν ἐλέγχειν τοὺς λόγους τοῦ Ἰὼβ δεδύνηται, ἀλλ' ἀπεσιωπήσατε ἀνθρώπου τοιαῦτα πρὸς θεὸν λαλήσαντος. τὸ δὲ ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι τοιοῦτόν τινα ὑποβάλλει νοῦν· καὶ ἵνα μὴ νομίσητε, ὅτι τὸ ἁπλῶς προστίθεσθαι τῇ τοῦ θεοῦ μερίδι καὶ θεῷ συνηγορεῖν τοῦτο σοφίας ἐστιν, ἀναγκαίως τοὺς λόγους ποιοῦμαι. ὁ δὲ ὅλος νοῦς τοιοῦτός τις φαίνεται· προῆλθον, φησίν, εἰς τὸ λέγειν δι' αἰτίαν διττήν, πρῶτον μέν, ἵνα μὴ νομίζοντες τῷ θεῷ συνηγορεῖν καὶ τοῦτο εἶναι σοφίαν καταδικάζητε τὸν Ἰὼβ τὰς αἰτίας οὐκ εἰδότες τῆς κακώσεωςεἰ γὰρ καὶ θεοσεβεῖς ἦτε, ἀλλ' οὔπω τῆς σοφίας κατελάβετε τὰ μέτρα, καὶ ὅτι οὐκ ἰσχύσαντες ἀντειπεῖν τῷ Ἰὼβ τρόπον τινὰ καὶ ἐπετρέψατε διὰ τῆς σιωπῆς ἀνθρώπῳ γε ὄντι τοιαῦτα λαλῆσαι κατὰ θεοῦ. 32, 15 ἐπτοήθησαν καὶ οὐκ ἀπεκρίθησαν, ὅτι ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. φασὶ μέν τινες μὴ εἶναι τοὺς στίχους τούτους τοῦ Ἐλιούς, ἀλλὰ τοῦ συγγραφέως διὰ μέσου παρενθέντος τῶν φίλων τὴν ἀποσιώπησιν. ἐγὼ δέ φημι καὶ τούτους εἶναι τοῦ Ἐλιούς. σχῆμα δέ ἐστι τοῦτο τὸ καλούμενον κατὰ ἀποστροφήν· ὡς γὰρ πρὸς ἕτερον διαλεγόμενος περὶ αὐτῶν φησιν, ὅτι· διὰ τοῦτο λαλῶ, ἐπειδήπερ κατεπλάγησαν τοῦ Ἰὼβ 276 τὰ ῥήματα καὶ τοὺς ἑαυτῶν λόγους παλαιοὺς καὶ σαθροὺς καὶ ἀχρείους ἔδειξαν διὰ τῆς σιωπῆς. διὰ τοῦτο καὶ ἐπάγει· 32, 16 ὑπέμεινα, καὶ γὰρ οὐκ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. ἀντὶ τοῦ· περιέμεινα καὶ οὐκ ἐλάλησα, οἰόμενος αὐτοὺς δύνασθαι ἀντιλέγειν πρὸς τὰ