1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

67

δι' ἁμαρτήματα αἱ κακώσεις, διὰ τί τούτους ἀνεπισκοπήτους εἴασε καίτοιγε πάντα τὰ ἐπὶ τῆς γῆς πραττόμενα ἐφορῶν; τὸ δὲ καὶ οὐκ ἐπέγνωσαν, τουτέστιν· οἱ ἀσεβεῖς οὐκ ἐπέγνωσαν, ὅτι ἀνεπισκόπητοί εἰσιν. ὁ γὰρ θείας ἐπισκοπῆς ἀξιούμενος καὶ παιδεύεται· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 24, 13 ὁδὸν δικαιοσύνης {σου} οὐκ ᾔδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν. οἱ προειρημένοι ἀσεβεῖς δηλονότι. 24, 1416 γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης. καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος λέγων· οὐ προσνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο. διώρυξεν ἐν σκότει οἰκίας. 210 παρέδωκεν αὐτοὺς εἰς σκότος οὐκ ἀναγκαστικῶς τοῦτο ποιῶν ὁ θεός, μὴ γένοιτο, ἀλλὰ συγχωρῶν αὐτοῖς διὰ τὸ αὐτεξούσιον ὡς βούλονται πορεύεσθαι. ὅμοιον δὲ τούτῳ καὶ ὁ θεῖος ἀπόστολός φησιν· παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα οὐ τοῦ θεοῦ τοῦτο πράξαντος, ἀλλὰ συγχωρήσαντος πράττειν ὡς βούλονται. φησὶν οὖν, ὅτι καὶ ὁ κλέπτης καὶ ὁ μοιχὸς καὶ ὁ τυμβωρύχος τὴν νύκτα συνεργὸν ἔχουσιν ὡς μηδενὸς αὐτοὺς ἐφορῶντος, ἐπειδὴ καὶ σκότους ἄξια πράττουσιν. 24, 16 ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς. οὗτοι δὲ οἱ προειρημένοι διαλαμψάσης ἡμέρας κατακρύπτουσιν ἑαυτοὺς τὰς θύρας ἐναποκλείσαντεςτοῦτο γὰρ σημαίνει τὸ ἐσφράγισαν ἑαυτούςεἰς φῶς προιέναι δεδοικότες, ἵνα μὴ ἁλῶσιν, ἐπεὶ μηδὲ φωτὸς ἔργον ἐπάγονται. 24, 17 ὅτι ὁμοθυμαδὸν τὸ πρωὶ αὐτοῖς σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται ταραχὰς σκιὰ θανάτου. διὰ τοῦτο δέ, φησίν, δεδοίκασι τὸ φῶς, ὅτι ὁμοῦ τὴν ἕω πρὸ ὀφθαλμῶν ἔχουσι καὶ τὸν θάνατον. ὥσπερ γὰρ ἡ σκιὰ προτρέχει τοῦ σώματος καὶ πλησίον εἶναι τοῦτο σημαίνει, οὕτω καὶ οὗτοι διαυγασάσης τῆς ἡμέρας τῇ συνειδήσει βαλλόμενοι πλησίον εἶναι προσδοκῶσι τὸν θάνατον. ἡ δὲ τοιαύτη προσδοκία ταραχῆς αὐτῶν ἐμπίπλησι τὰς ψυχὰς καὶ ζοφώδεις ἐργάζεται. τοῦτο γὰρ δηλοῖ τὸ ὅτι ἐπιγνώσεται ταραχὰς σκιὰ θανάτου. 24, 18 ἐλαφρός ἐστιν προσώπου ὕδατος. 211 ὁ τοῦ μοιχοῦ ὀφθαλμὸς ἑλκόμενος ὑπὸ τῶν πειρασμῶν ἢ καὶ πᾶς ἀσεβὴς ὡς ὑπὸ φορᾶς ὑδάτων ἐλαφρόν τι καὶ κοῦφον κατασυρόμενον οὕτως ὑπὸ τῆς τιμωρίας ῥᾳδίως ἐξαφανίζεται. οὐ γὰρ διασώσει ἀσέβεια τὸν παρ' αὐτῆς. εἶτα ὁ φιλάρετος καὶ φιλοδίκαιος Ἰὼβ οὐ διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ ἀνέχεται τὸ πλέον ἔχειν ἀρετῆς κακίαν, ἀλλὰ καταρᾶται τὴν μερίδα τῶν ἀσεβῶν καί φησι τὰ αὐτοῖς συμβησόμενα. 24, 1819 καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς, ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά. ἀντὶ τοῦ· ἄκαρποι διαμένοιεν μηδὲν ἐκ τῆς οἰκείας ὠφελούμενοι κακίας μηδὲ εἰς παῖδας τὸν ἐξ ἀδικίας παραπέμποντες πλοῦτον. 24, 19 ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. τοῖς θερίζουσιν ὀρφανοὶ πολλάκις ἑπόμενοι καὶ τὰ ἐκπίπτοντα συλλέγοντες καὶ καλαμώμενοι εἰς ἀγκαλίδας δεσμεύουσιν. φησὶν οὖν, ὅτι εἰς τοσοῦτόν τινες ἀσεβείας ἐληλάκασιν, ὡς καὶ τὴν τῶν καλαμωμένων δι' ἀπορίαν ὀρφανῶν μερίδα μετρίαν ἁρπάζειν. 24, 2 εἶτα ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία. ἀντὶ τοῦ· εἰς μνήμην ἐγράφη καὶ ἀναπόδραστος ἔσται αὐτοῖς ἡ τιμωρία, εἰ καὶ ἐν τῷ τέως ὁ θεὸς διὰ χρηστότητα τὰς κολάσεις ὑπερτίθεται. 212 24, ὥσπερ δὲ ὀμίχλη δρόσου ἀφανὴς ἐγένετο. ἡλιακῆς ἀκτῖνος ἐπιλαμψάσης καὶ τὸν ἀέρα διαθερμανάσης ἡ δρόσος ἀφανὴς γίνεται ἀνιμωμένου τοῦ θερμοῦ τὸ ὑγρόν. οὕτως, φησίν, καὶ τῆς θείας δίκης ἐπελθούσης οἱ ἀσεβεῖς ἐξαφανίζονται. 24, ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξεν. οὐκ ἐπαρᾶται ὁ δίκαιος, ἀλλὰ τὸ πάντως ἐσόμενον λέγει· ἕκαστος γὰρ πρὸς ἃ ἔπραξεν κομιεῖται, εἴτε ἀγαθὸν εἴτε φαῦλον. καὶ ἀνωτέρω δὲ οὐκ αὐτούς, ἀλλὰ τὴν μερίδα τῶν ἀσεβῶν, τουτέστιν αὐτὴν τὴν κακίαν, κατηράσατο. 24, {οὐ} συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. τὸν ἐπιμένοντα τῇ κακίᾳ λέγει· συντριβὲν γὰρ ξύλον θεραπείαν οὐκ ἐπιδέχεται πρὸς τὸ ἀφυγιασθῆναι. 24, 21 στεῖραν γὰρ οὐκ εὖ ἐποίησαν. τὴν δι' ἀπαιδίαν ἀβοήθητον. καὶ σημειοῦ δὲ πάλιν, ὅτι τὸ μὴ εὖ ποιεῖν εἰς ἀσέβειαν λογίζεται. ἔκκλινον, φησὶν ὁ θεῖος ᾠδός, ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.