1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

115

μί, καὶ κάλλιον. ἀρχή, φασίν, τοῦ πλάσματος τοῦ κυρίου, τουτέστιν· τῶν ἀνθρώπων ἑκοντὶ τοῦτο παθεῖν ἑλομένων. ἄλλοι δὲ τὸ πλάσματος ἀντὶ τοῦ πλανήματος ἐνόησαν, ὅτι, φασίν, ἐνανθρωπήσας ὁ κύριος ἐπλάνησεν αὐτόν, καὶ ποιήσας αὐτὸν ἐπελθεῖν αὐτῷ ἔδησεν αὐτὸν διὰ τοῦ σταυροῦ. οἱ δὲ προϋπεῖναι τὰς ψυχὰς τοῦ σώματος δοξάζοντες, οἱ μυθολογοῦντες, ὅτι σωμάτων ἐρασθεῖσαι αἱ ψυχαὶ σώματα ἐνεδύσαντο, φασίν, 364 ὅτι αὐτὸς πρὸ πάντων γηίνων πραγμάτων ἐπεθύμησε καὶ ἐπλάσθη καὶ ἐγένετο δράκων. οἱ δὲ λέγοντες εἶναι καθ' ἱστορίαν τοῦτον ζῷον, τὸν δράκοντα, εἶπον, ὅτι πρὸ πάντων ἐναλίων αὐτὸς ἐγένετο καὶ διὰ τοῦτο λέγεται ἀρχὴ πλάσματος κυρίου τῶν ἐν τῇ θαλάσσῃ δηλονότι γενομένων. 40, 19 πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. ἐπειδὴ γὰρ ἀπέστη θεοῦ, καὶ ὑπὸ τῶν ἁγίων ἀγγέλων ἐγκαταπαίζεται καὶ ὑπὸ τῶν ἰσαγγέλων ἀνθρώπων, τῶν εἰληφότων ἐξουσίαν παρὰ τοῦ σωτῆρος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. 40, ἐπελθὼν δὲ ἐπ' ὄρος ἀκρότομον ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ. ὄρος ἀκρότομον τὸν ἐνανθρωπήσαντα λόγον φησίν. ὅτε γὰρ ἐπῆλθεν αὐτῷ καὶ παρεσκεύασε σταυρωθῆναι, ἐχάρησαν οἱ τοῦ ταρτάρου ἄξιοι ἀνόητοι δαίμονες καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ μέχρι νῦν γελοιάζουσι καὶ χλευάζουσι τὸν σταυρόν. 40, 21 ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται. ἢ ὑπὸ πᾶν εἶδος ἀνθρώπων, ὅτι καὶ κατὰ δικαίων ἐπιχειρεῖ, ἢ ὑπὸ τὰ δένδρα τὰ τῷ ταρτάρῳ τετηρημένα, περὶ ὧν γέγραπται· δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα. κοιμᾶται δὲ ἀντὶ τοῦ αὐλίζεται, ἐπαναπαύεται. 40, 21 παρὰ κάλαμον καὶ πάπυρον καὶ βούτομον. 365 ταῦτα ὕλη καὶ τροφὴ πυρὸς τυγχάνουσιν. αὐλίζεται οὖν μάλιστα παρὰ τοῖς ἀξίοις τοῦ πυρός. 40, 22 σκιάζονται δὲ αὐτῷ δένδρα μεγάλα σὺν ὀροδάμνοις. ἢ τοῦτο λέγει, ὅτι συνδιαιτῶνται αὐτῷ μεγάλοι τινὲς δαίμονες καὶ ὑποβεβηκότες τῇ κακίᾳ, ἢ ὅτι καὶ μικροὺς καὶ μεγάλους ἄνδρας ὑπέρχεται πάντας ὁμοίως ὑποτρέχων. ὀρόδαμνοι γὰρ οἱ κλῶνες, αἱ παραφυάδες. λέγει οὖν, ὅτι ὡς ὑπὸ σκιᾶς δένδρων καὶ παρὰ τούτοις ἐπαναπαύεται. 40, 22 καὶ κλῶνες ἄγνου. ἐπειδὴ πολλοὶ πολλάκις καὶ ἁγνείαν ἀσκήσαντες τῆς αὐτοῦ μερίδος γεγόνασιν, ὡς αἱ μωραὶ παρθένοι. εἰσὶ δὲ καὶ αἱρετικοὶ πολλάκις τὴν ἄκραν ἁγνείαν μετερχόμενοι. 40, 23 ἐὰν γένηται πλημμύρα, οὐ μὴ αἰσθηθῇ. ἀντὶ τοῦ· ἐὰν γένηται πλῆθος γνώσεωςτουτέστιν· κἂν ἡ σύμπασα οἰκουμένη ἐπιγνῷ τὸν θεόν, αὐτὸς μενεῖ ἐν τῇ πονηρίᾳ· καὶ τῆς εὐαγγελικῆς διδασκαλίας δίκην ποταμίων ὑδάτων εὐφρανάσης τὴν οἰκουμένην ὁ ποταμὸς γὰρ τοῦ θεοῦ ἐπληρώθη ὑδάτων, φησὶν ὁ ψαλμῳδόςαὐτὸς εἰς συναίσθησιν οὐκ ἦλθεν οὐδὲ κάλλιον αὐτῷ γέγονεν. 40, 23 πέποιθεν, ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ. πέποιθε τῇ ἑαυτοῦ συκοφαντίᾳ καὶ διασύρει τὸ θεῖον χάρισμα κατευτελίζων αὐτὸ λόγοις χλευαστικοῖς. 366 τοῦτο δὲ ἔστιν ἀκοῦσαι καὶ τῶν ὑπ' αὐτοῦ ἐνεργουμένων Ἑλλήνων τε καὶ Ἰουδαίων καὶ τῶν ἀνόμων Μανιχαίων οὐ προσδεχομένων τὴν διὰ τοῦ Ἰορδάνου ἀπολύτρωσιν. οὐ γὰρ βαπτίζονται Μανιχαῖοι ἀνάξιοι τυγχάνοντες. 40, 24 ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν. ὡς γὰρ τὴν κατάληψιν αὐτοῦ ἐπιστάμενος δέχεται καὶ συκοφαντεῖ τὴν δωρεάν. καὶ ἄλλως δέ· ἐπειδὴ σφόδρα κατανοεῖ τοῖς τῇ χάριτι προσελθοῦσι καὶ κατ' αὐτῶν μάλιστα μέμηνεν, ἐν τῷ ὀφθαλμῷ αὐτοῦ, λέγεται πολεμεῖν αὐτούς. 40, 24 ἐνσκολιευόμενος τρήσει ῥῖνα. ὁρμήσας καὶ ἐγκρούσας εἰς τὸν σταυρὸν ἐπλήγη τὴν ῥῖνα. δρακοντοειδῆ γὰρ ὁ λόγος αὐτὸν ὑποτιθέμενος τῇ κεφαλῇ πολεμοῦντα δείκνυσιν. τῇ γὰρ ὅλῃ ἑαυτοῦ δυνάμει ἐπῆλθεν ἡμῶν τῷ σωτῆρι, καὶ ἡ ἄμαχος αὐτοῦ δύναμις τὰς μύλας τῶν λεόντων συνέθλασεν, αὐτοῦ δὲ δηλονότι καὶ τῶν ὑπ' αὐτῷ τεταγμένων, ὥστε καὶ ἡ ῥὶν καὶ οἱ ὀδόντες καὶ ὅλον τὸ πρόσωπον τοῦ δράκοντος συνετρίβη. 40, 25 ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ; δύνῃ δέ, φησίν, Ἰώβ, ποιῆσαι, ὅπερ ὁ μονογενὴς ὕστερον εἰργάσατο; ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλλόμενος διὰ τῶν οἰκείων ἥλων ὡς δι' ἀγκίστρων ἰχθὺν ἤγρευσεν. 367 40, 2526 περιθήσεις δὲ