1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

27

ὕστερον δὲ χρόνον ἐν ἀναπαύσει ζήσωμαι. 79 οὐδὲν οὖν αἰτῶ παρὰ τὸ σὸν δόγμα, δέσποτα, θνητόν με ἔπλασας καὶ οὐκ ἀθάνατον· ἐπάγαγέ μοι τὸν θάνατον. τὸ ὅμοιον καὶ Μωσῆς ἱκέτευε λέγων· εἰ οὕτω μοι μέλλεις ποιεῖν, ἀπόκτεινόν με. 7, 16 ἀπόστα ἀπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. κενός μου ὁ βίος ἀντὶ τοῦ· ἐκλείπω, οὐκέτι ἔχω ἰσχύν. τὰ ὅμοια καὶ ∆αυὶδ ηὔχετο· ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου, ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. 7, 1718 τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτόν, ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωὶ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; τὸ τῆς τοῦ ἀνθρώπου φύσεως εὐτελὲς καὶ τοῦ θεοῦ περὶ αὐτὸν τὴν κηδεμονίαν εἰς ἱκεσίαν προβάλλεται. τί γάρ ἐστιν ἄνθρωπος, φησίν, εἰς ἰδίαν φύσιν; οὐδέν. σὺ δὲ διὰ πλῆθος φιλανθρωπίας οὕτως αὐτὸν ἐμεγάλυνας, ὅτι καὶ προσέχειν ἀξιοῖς αὐτῷ καὶ ἐπισκέπτῃ τὰ κατ' αὐτὸν μετὰ σπουδῆς καθ' ἡμέραν· τοῦτο γὰρ σημαίνει τὸ πρωί. πλὴν ἐπειδὴ κρίμα καὶ δόγμα σόν ἐστι τὸ διαναπαύειν αὐτόν, τουτέστι τὸ παρασκευάζειν ἡμᾶς τελευτᾶν, μὴ μακρύνῃς μοι τὰς ἀλγηδόνας. διὸ καὶ ἐπάγει· 7, 19 ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προίῃ με ἕως ἂν καταπίω τὸν 80 πτύελόν μου ἐν ὀδύνῃ; εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι πρᾶξαι; οὐκ ἀποδυσπετῶν ταῦτα λέγει, ἀλλ' ἱκετεύων μαθεῖν, μέχρι τίνος αὐτῷ τὰ τῶν ὀδυνῶν παρατείνεται, ἆρα μέχρις οὗ μηδὲ πτῦσαι μηδὲ φθέγξασθαί τι δυνηθείῃ; παραπλήσια καὶ ∆αυὶδ ἔλεγεν· ἕως πότε, ὁ θεός, ὀργισθήσῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου, μνήσθητι, τίς μου ἡ ὑπόστασις. καὶ γὰρ κἀκεῖνος οὐ μεμφόμενος, ἀλλ' ἱκετεύων ἔλεγε καὶ τὸ τῆς φύσεως ἀσθενὲς εἰς ἱκετηρίαν προυβάλλετο. εἶτα καὶ μειζόνως ἐκμειλισσόμενος τὸν θεόν φησιν· εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι πρᾶξαι; ἀντὶ τοῦ· εἰ δὲ καὶ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; μάλιστα μὲν γὰρ οὐδὲ ἡ ἐμὴ ἁμαρτία εἰς σὲ ἀνατρέχει. τί δὲ καὶ ἔχω πρᾶξαι, εἰ μὴ εἰς τοὺς σοὺς οἰκτιρμοὺς καταφεύγειν; 7, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διὰ τί ἔθου με κατεντευκτήν σου; εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον. ἀλλὰ καὶ οἶσθα, φησίν, δέσποτα, οἷα ταῖς ἐννοίαις ἐμβατεύων, ὡς πολλοὶ πολλάκις εἰς ἐμὲ τὸν σὸν ὁρῶντες θεράποντα ταῦτα ὑπομένοντα καὶ παρορώμενον βλασφημοῦσι τὸ σὸν ὄνομα· καί εἰμί σου τρόπον τινὰ φορτίον, βάρους ῥημάτων καὶ βλασφημίας αἴτιος γινόμενος. κατεντευκτὴν οὖν αἴτιον καταβοήσεώς φησιν. 7, 21 καὶ διὰ τὶ οὐκ ἐποιήσω λήθην τῆς ἀνομίας μου καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; 81 καὶ ταῦτα πλήρης ἱκεσίας τὰ ῥήματα. τὸ γὰρ διὰ τί, ὡς πολλάκις δέδεικται, ἱκετευτικῶς κεῖται ἢ καὶ ποθοῦντος τὴν αἰτίαν μαθεῖν τῶν ἐτασμῶν. ὁ δὲ νοῦς οὗτος· οὐκ εἶ, φησίν, φιλάνθρωπος, οὐχ ἱκανὸς συγχωρεῖν ἁμαρτίας καὶ καθαρὸν δεικνύναι διὰ πλῆθος οἰκτιρμῶν τὸν ἁμαρτήσαντα; διὰ τί μὴ κἀγὼ τῆς σῆς χρηστότητος ἀπολαύω; 7, 21 νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. καὶ τὸ ὀλιγοχρόνιον τῆς ζωῆς ἔπλεξε τῇ ἱκετηρίᾳ πανταχόθεν εἰς οἶκτον τὸν θεὸν ἐκκαλούμενος. τὸ δὲ ὀρθρίζων οὐκέτι εἰμί τοιοῦτον ὑποβάλλει νοῦν· οὐ γάρ ἐστιν, φησίν, ὥσπερ ὕπνος ὁ θάνατος· μετὰ γὰρ τὸν ὕπνον οἱ ἄνθρωποι ὀρθρίζοντες πάλιν ἐν τῷ βίῳ τυγχάνουσιν, ὁ δὲ ἀποθανὼν οὔτε ὄρθρον προσδοκᾷ οὔτε μετὰ ἀνθρώπων διατριβήν. ταῦτα δὲ εἶπεν ὁ Ἰὼβ οὐδὲν μὲν ἑαυτῷ συνειδὼς ἁμάρτημα, κατὰ δὲ συγχώρησιν λέγων ὅτι· εἰ καὶ ἥμαρτον, μετὰ πάντων ὀφείλω τῆς τοῦ θεοῦ φιλανθρωπίας ἀπολαῦσαι. δέδεικται τοίνυν διὰ πάντων ἡ εὐσεβὴς καὶ φιλόθεος καὶ δικαία καὶ ἄμεμπτος τοῦ Ἰὼβ γνώμη, εἰ καὶ ἀσαφέστερον τῇ ἀπαγγελίᾳ τῶν λόγων ἐχρήσατο. 82 ΚΕΦΑΛΑΙΟΝ ΕΚΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρρῆμον τοῦ στόματός σου. Προθεωρία τοῦ κεφαλαίου εἰς ἀντιλογίαν τῶν νῦν εἰρημένων ὑπὸ τοῦ Ἰὼβ καθιστάμενος ὁ Βαλδὰδ μέμφεται μὲν αὐτὸν ὡς πολυρρήμονα, εἰς τοὺς αὐτοὺς δὲ τῷ Ἐλιφὰζ καὶ αὐτὸς ἐξεκυλίσθη λόγους ταῖς ἁμαρτίαις τὰς κακώσεις ἀκολουθεῖν ὑπολαμβάνων. ἐπεὶ δὲ ᾔδει ἀντιπῖπτον αὐτῷ, ὅτι εἰ καὶ Ἰὼβ ἥμαρτεν, διὰ τί οἱ παῖδες ἐτιμωρήθησαν, προκαταλαμβάνει καί φησιν, ὅτι καὶ αὐτοὶ δι' ἁμαρτίας πεπόνθασιν·