1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

101

ἐκπέμπων τὴν βροντὴν γενέσθαι παρασκευάζει ὁ θεὸς εἰς τὴν τῶν ἀκουόντων κατάπληξιν. φωνὴν δὲ θεοῦ τὴν βροντὴν ἐκάλεσε διὰ τὸ ἐκ κελεύσματος αὐτοῦ γίνεσθαι. 36, 28α ὥραν ἔθετο κτήνεσιν. μέτρα, ὅρους, ὥστε τὰ μὲν ὑπουργεῖν ἀνθρώποις, τὰ δὲ μὴ ὑποτάττεσθαι. 36, 28α οἴδασι δὲ κοίτης τάξιν. τὰ μὲν νυκτός, τὰ δὲ ἡμέρας ἡσυχάζειν οἰκονομικῶς, ἵνα τῆς κατὰ ἀνθρώπων ἐφόδου παύοιντο. 36, 28β ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια, οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος. ἆρ' οὖν, φησίν, οὐχ ἱκανὰ ταῦτα ἐκστῆσαι διάνοιαν καὶ διαλλάξαι; ἀντὶ τοῦ· διαχωρίσαι ψυχὴν ἀπὸ σώματος. 37, 5 ἐποίησε δὲ μεγάλα, ἃ οὐκ ἤδειμεν. ὁ Σύμμαχος _π_ο_ι_ῶ_ν_ _μ_ε_γ_ά_λ_α_ _κ_α_ὶ_ _ο_ὐ_ _γ_ν_ω_σ_ό_μ_ε_θ_α ἑρμήνευσεν. ἃ οὐκ ἤδειμεν οὖν ἀντὶ τοῦ· μεγάλα μέν εἰσι τὰ ἔργα τοῦ θεοῦ, τοὺς δὲ λόγους αὐτῶν γνῶναι οὐ δυνάμεθα. 37, 6 συντάσσων χιόνι· γενοῦ ἐπὶ γῆς. καὶ χειμών, ἵνα ᾖ ὑετός, καὶ χειμὼν ὑετοῦ δυναστείας αὐτοῦ. δείκνυσι δέ, φησίν, τοῦ θεοῦ τὴν δυναστείαν ἡ ἐν χειμῶνι τῶν 321 ὑετῶν ἐπίχυσις καὶ τῆς χιόνος ἡ ἀποστολή. συντάσσων οὖν ἀντὶ τοῦ· κελεύων. 37, 7 ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. ὁ δὲ ἄκρος χειμὼν κατασφραγίζει καὶ οἱονεὶ καταδεσμεύει τῶν ἀνθρώπων τὰς χεῖρας καὶ τῶν ἔργων ἀποκωλύει πρὸς τὸ ἕκαστον ἡμῶν τῆς ἀνθρωπίνης ἀσθενείας ἐπιγνώμονα γενέσθαι. κατὰ δὲ βαθυτέραν ἔννοιάν φησιν, ὅτι κατὰ τὴν δύναμιν ἑκάστου κατασφαλίζεται τὴν γνῶσιν ὁ θεός, ἵνα καὶ ὁ πολλὴν καὶ ὁ ὀλίγην λαβὼν γνῶσιν κατανοοῦντες, ὡς οὐ πάντες ὁμοίως γινώσκουσι καὶ ταῦτα ὁμοφυεῖς ὄντες, τὴν μὲν τῆς φύσεως καταμάθωσιν ἀσθένειαν, διδαχθῶσι δέ, ὅτι θεός ἐστιν ὁ ἐπιχορηγῶν ἑκάστῳ κατὰ τὸ μέτρον καὶ κατὰ τὸ ἡμῖν συμφέρον· εἰ γὰρ φυσικὴ ἦν ἡ γνῶσις, ὁμοίως ἐγινώσκομεν διὰ τὴν ὁμοουσιότητα. ἐκ χειρὸς οὖν θεοῦ ἡ τοιαύτη γνῶσις ἐπιγίνεται. 37, 8 εἰσῆλθε δὲ θηρία ὑπὸ σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης. ἀπὸ δὲ τῆς τοῦ ἀέρος ψυχρότητος ὑπὸ λόχμαις καὶ ἄντροις τὰ θηρία κατακρύπτονται. 37, 9 ἐκ ταμείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος. ταμείων τῶν ἐνδοτάτω, τῶν ἀποκρύφων. ὀδύνας δὲ λέγει τὰς ἐκ τοῦ κρύους καὶ ψύχους. ἐκ τῶν ἐνδοτάτω οὖν καὶ ἀποκρύφων τὸ ὀδυνηρὸν γίνεται ψῦχος. 37, 10 καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος. 322 πάγος δέ, φησίν, διὰ πνεύματος συνίσταται· πνοὴν δὲ ἰσχυροῦ τὸ πνεῦμα ἐκάλεσεν, ἐπειδὴ προστάξει γίνεται θεοῦ. 37, 10 οἰακίζει δὲ τὸ ὕδωρ, ὡς ἐὰν βούληται. χρῆται τῷ ὕδατι, ὡς ἐὰν θελήσῃ, κατὰ τὴν ἰδίαν σοφίαν ὥσπερ τις κυβερνητικῆς ἐπιστήμης ἔμπειρος ἐπὶ τῶν οἰάκων καθήμενος. 37, 11 καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη. ἕτερα ἀντίγραφα ἀντὶ τοῦ καταπλάσσει _κ_α_τ_α_π_λ_ή_τ_τ_ε_ι ἔχουσιν. εἴτε δὲ καὶ καταπλάσσει εἴτε καὶ καταπλήττει, φησίν, ὅτι σκοτοδινιᾶν καὶ ἐκπλήττεσθαι ἐπὶ τοῖς τοιούτοις θαύμασι τὸν ἐκλεκτόν τουτέστι τὸν συνετόνπαρασκευάζει ἡ τοῦ ἀέρος συστροφὴ καὶ πύκνωσις καὶ τῶν νεφελῶν ἡ σύστασις. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ἀ_λ_λ_ὰ_ _κ_α_ὶ_ _κ_α_ρ_π_ῷ_ _ἐ_π_ι_β_ρ_ί_σ_ε_ι_ _ν_ε_φ_έ_λ_η ἀντὶ τοῦ· ταῦτα γίνεται, ὅτε τοῖς καρποῖς τῆς γῆς ἐπισκιάζει νεφέλη. ἐκλεκτὸν οὖν τὸν καρπὸν λέγει, καταπλάσσει δὲ ἀντὶ τοῦ ἐπισκιάζει κατὰ τὴν Συμμάχου διάνοιαν. 37, 11 διασκορπιεῖ νέφος φῶς αὐτοῦ. ἢ τοῦτο λέγει, ὅτι νεφελῶν πληρούμενος ὁ ἀὴρ διασκορπίζει καὶ κρύπτει τὸ φῶς· ἢ ὅτι τὸ φῶς τὸ ἡλιακὸν ἐπιλάμπον διασκορπίζει τὴν ἐκ τῶν νεφῶν τοῦ ἀέρος κατήφειαν· ἢ ὅτι ἀλλήλαις αἱ νεφέλαι συρρηγνύμεναι φῶς ἐκπέμπουσιν, ἵνα εἴπῃ, ὅτι καὶ τῶν ἀστραπῶν αἴτια τὰ νέφη γίνονται. 323 37, 12 καὶ αὐτὸς κυκλώματα διαστρέφει. αὐτὸς δέ, φησίν, ὁ θεὸς ἐν κύκλῳ ταῦτα περιγράφει, καὶ κατὰ καιρὸν γίνεται ὡς προστάττει· ἢ καὶ περὶ αὐτὰ ὁ θεὸς κυκληδὸν ἀναστρέφεται, ἀντὶ τοῦ· πάντα ἐφοδεύει πανταχοῦ παρὼν διὰ τὸ περιεκτικὸν τῆς οὐσίας· ἢ καὶ αὐτὸς ὁ θεὸς κυκληδὸν πανταχῇ τὰ νέφη περιάγει. 37, 12 ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτοῦ. ὁ Σύμμαχος οὕτως ἑρμήνευσεν· _α_ὐ_τ_ὸ_ς_ _δ_ὲ_ _κ_υ_κ_λ_η_δ_ὸ_ν_ _ἀ_ν_α_σ_τ_ρ_έ_φ_ε_τ_α_ι_ _ἐ_ν_ _τ_ῇ_ κυβερνήσει αὐτοῦ εἰς