1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

73

λῃστὴς δηλονότι καὶ ἡ τιμωρία καὶ ὁ καύσων ἄνεμος ἐπιπίπτων ἐπὶ τὸν ἀσεβῆ. 27, 2223 ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. κροτήσει ἐπ' αὐτῷ χεῖρας αὐτοῦ, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. πέφυκεν ἡ γραφὴ σχηματίζειν ὡς πολέμιον τὸν θεόν, ὅταν βούληται τὴν κατὰ τῶν ἀσεβῶν θείαν ἐνδείκνυσθαι τιμωρίαν. αὐτίκα γοῦν ὁ ∆αυὶδ καὶ ὅπλον αὐτῷ περιτίθησι καὶ ἀκόντιον ποιεῖ κρατοῦντα, ἐν οἷς ψάλλων φησίν· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ 230 καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με. τοῦτο τοιγαροῦν κἀνταῦθα, ποιεῖ τὸν μὲν θεὸν δίκην πολεμίου καταδιώκοντα, φεύγοντα δὲ τὸν ἀσεβῆ, τὸν δὲ ὡς νικήσαντα καὶ ἐπαγαλλόμενον τῇ νίκῃ ἐπικροτοῦντα τῶ χεῖρε καὶ ἐξέλκοντα τὸν ἀσεβῆ ἐκ τοῦ τόπου αὐτοῦ, τουτέστιν· ἐκ τῆς παλαιᾶς εὐδαιμονίας. φησὶν οὖν ὅτι· δίκην πολεμίου ὀργιζόμενος ὁ θεὸς πάντων ἀπογυμνοῖ τῶν προσόντων τὸν ἀσεβείᾳ συζῶντα. 28, 13 ἔστι γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ ὅθεν διηθεῖται. σίδηρος μὲν γὰρ ἐκ τῆς γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζει. τί οὖν φησιν; ἆρα εἰκῇ τὰς τιμωρίας ἐπάγει θεός, ἆρα ἀσόφως ἢ ἀβούλως, καίτοιγε πάντα ὑπερφυῶς καὶ σοφῶς ἐξειργάσατο καὶ τάξιν ἑκάστῳ δέδωκεν; εἶτα τοῦτο δεικνὺς ὁ μακάριος οὗτος ὁμοῦ μὲν διδάσκει τοῦ δημιουργοῦ λόγου τὴν σοφίαν καὶ ἁρμονίαν, ἣν τοῖς πᾶσιν ἔθηκεν, ὁμοῦ δὲ καί, ὅπως ἡμᾶς ἐτίμησε λογισμῷ κοσμήσας. παραπέμπει δὲ καὶ εἰς θεωρίαν· τοιαῦται γὰρ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις παραμιγνῦσαι τοῖς προχείρως νοουμένοις τὴν θεωρίαν καὶ τοῖς καθ' ἱστορίαν ἀπαγγελλομένοις τῶν μυστηρίων τὴν γνῶσιν. ὅτι τοιγαροῦν οὐκ ἄκριτα τὰ παρὰ θεοῦ, κατανοήσωμεν αὐτοῦ τὴν δημιουργίαν καὶ θαυμάσωμεν, ἐνθυμῶμεν τὴν δεδομένην ἀνθρώποις ἐκ θείας δωρεᾶς λογικὴν γνῶσιν καὶ καταπλαγῶμεν. ἔστι 231 γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ ὅθεν διηθεῖται. καὶ οὔτε ἡ χρυσῖτις γῆ ἄργυρον φέρει, οὔτε ἡ ἀργυρῖτις χρυσόν· καὶ ἐξ ἄλλης μὲν σίδηρος μεταλλεύεται, χαλκὸς δὲ ἐξ ἑτέρας. τὸ δὲ χαλκὸς ἴσα λίθῳ λατομεῖται οὐχ ὅτι χαλκᾶ τυγχάνουσιν ὄρη, ἀλλ' ὅτι λατομούμενα κατὰ τὴν δοθεῖσαν ἀνθρώποις ὑπὸ θεοῦ μεταλλικὴν τέχνην χαλκὸν καὶ σίδηρον φέρουσιν. καὶ τὸ μὲν τῆς νυκτὸς σκότος παραχωρεῖ τῷ φωτὶ πλησιάζοντι, ὥσπερ καὶ ἡ ἡμέρα ἀντιπαραχωρεῖ τῇ νυκτὶ τὸν δρόμον κατὰ τὴν ἰδίαν τάξιν. πάντων δὲ τὰ πέρατα καὶ τὰς ἐκβάσεις σοφῶς θεὸς ἐξακριβάζεται τῇ ἀπεριλήπτῳ προνοίᾳ τὰ πάντα συμπεριλαμβάνων. οὐκοῦν οὐδὲ τὰς τιμωρίας τὰς κατὰ τῶν ἀσεβῶν ἢ διὰ κενῆς ὑπερτίθεται ἢ μάτην ἐπάγει ὁ πάντα μέτρῳ καὶ τάξει καὶ ἁρμονίᾳ διαταξάμενος. 28, 3 λίθος σκοτία καὶ σκιὰ θανάτου. ναὶ μήν, φησίν, οὗτοι οἱ λίθοι οἱ μεταλλευόμενοι ἐν βάθει που κεῖνται τῆς γῆς ὡς ὑπ' αὐτὴν τοῦ θανάτου τὴν σκιάν, ἵνα εἴπῃ ὅτι· καὶ ἐν τοῖς κατωτάτω καὶ ἐν σκοτίᾳ βαθείᾳ. 28, 4 διακοπὴ χειμάρρου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν. ἡ δὲ τῆς γῆς κόνις, φησίν, εἰς τὴν χωνείαν ἐμβληθεῖσα τῷ πυρὶ ποταμηδὸν ἐκρεῖ εἴτε τὸν χρυσὸν εἴτε τὸν ἄργυρον εἴτε τὸν χαλκὸν εἴτε τὸν σίδηρον. 232 ἢ καὶ οὕτως νοήσεις· ὥσπερ ὁ χείμαρρος διακόπτει τὴν γῆν, ἐὰν εὕρῃ αὐτὴν διὰ κονίαν {τουτέστι} σαθρὰν καὶ μὴ ἔχουσαν ἑδραίωμα, οὕτως ἡ θεία δίκη ἐπερχομένη τοῖς ἀδίκοις ἀσθενεῖν αὐτοὺς παρασκευάζει ὡς χειμάρρους διακόπτων σαθρὰν γῆν ἐκκόπτουσα τῶν ἀσεβῶν τὴν εὐθηνίαν. 28, 5 γῆ ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτωθεν αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. ἀλλὰ καὶ ἑτέρα, φησίν, γῆ τῇ τοῦ θεοῦ συνεργίᾳ καὶ γεωργικῇ τέχνῃ κατασπειρομένη καὶ κάτωθεν ἐν ταῖς ἰδίαις λαγόσιν ὑποδεξαμένη τὰ σπέρματα, εἶτα ὥσπερ πυρὶ τῇ οἰκείᾳ θέρμῃ διαλύσασα τὸ καταβληθὲν καὶ τοῦτο τῇ ἐνούσῃ αὐτῷ σπερματικῇ δυνάμει πολυπλασιάσασα ἀναδίδωσι τὸν ἄσταχυν εἰς ἄρτου ποίησιν. κατὰ δὲ τὴν θεωρίαν γῆ ἐστιν ἡ ἐκκλησία τοῖς μὲν ἀξίοις τὸν ζῶντα ἄρτον ὀρέγουσα, τοῖς δὲ ἀναξίοις τὸ κάτωθεν, τουτέστι τὸ ἐν ᾅδου καὶ αἰώνιον, εὐτρεπίζουσα πῦρ. 28, 6 τόπος σαπφείρου οἱ λίθοι αὐτῆς. ἡ μὲν αἰσθητὴ γῆ τοὺς