1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

50

τούτου συνηγορίας καὶ δικάζομαι αὐτῷ. ἐπειδὴ δὲ δυσκατάληπτός ἐστιν ἡ τῶν δαιμόνων κακία τῇ ἀνθρωπίνῃ φρονήσει, διὰ τοῦτο εἶπεν ὅτι· καρδίαν αὐτῶν ἔκρυψαν ἀντὶ τοῦ· δολίως καὶ ἐπικλόπως ἔρχονται ὡς λανθάνειν αὐτῶν τὴν κακουργίαν καὶ κρύπτεσθαι ἀπὸ τῆς ἀνθρωπίνης φρονήσεως. τινὰ δὲ τῶν ἀντιγράφων ἔχει ὅτι· _κ_α_ρ_δ_ί_α_ν_ _α_ὐ_τ_ῶ_ν_ _ἔ_κ_ρ_υ_ψ_α_ς, τουτέστιν· ἀοράτους αὐτοὺς ἀνθρώποις κατεσκεύασας. εἶτα καὶ εὔχεται μὴ αἴρειν αὐτοὺς τὴν κεφαλήν, ἀλλὰ ταπεινοῦσθαι ὑπὸ τοῦ παντοδυνάμου θεοῦ· 17, 45 διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς· τῇ μερίδι ἀναγγελεῖ κακίαν. 153 μὴ ὑψώσῃς, φησίν, αὐτοὺς τούς τε ἀδίκους ἀνθρώπους ὁμοῦ καὶ τοὺς δαίμονας, ἐπειδὴ τῇ μερίδιτουτέστι τῇ μοίρᾳ ᾗ εἰλήφασι παρὰ θεοῦ, ἀντὶ τοῦ· τῷ αὐτεξουσίῳ τῆς προαιρέσεωςἑκόντες προσήγγειλαν τὴν κακίαν· μερὶς γὰρ καὶ κλῆρος τῶν λογικῶν ἰδικῶς αὐτοῖς ἀφωρισμένος ὑπὸ θεοῦ τὸ αὐτεξούσιον. τοῦτο οὖν λέγει· ἐπειδὴ πάντες ὑπὸ θεοῦ καλοὶ γεγονότες καὶ αὐτεξούσιοι ἑαυτοὺς τῇ κακίᾳ προσέρριψαν, μὴ ὑψώσῃς αὐτούς. 17, 56 ὀφθαλμοὶ δέ μου ἐφ' υἱοῖς ἐτάκησαν. ἔθου δέ με θρύλημα ἔθνεσι, γέλως τε αὐτοῖς ἀπέβην. ἔθνη λέγει καὶ τὰ τῶν μηκόθεν ἀνθρώπων, ἵνα εἴπῃ ὅτι· πανταχοῦ τὰ κατ' ἐμὲ τεθρύληται καὶ καταγέλαστος γέγονα. ἀληθέστερον δὲ τὰ τῶν δαιμόνων ἔθνη φησίν, οἳ δὴ καὶ κατεγέλων τοῦ δικαίου ταῖς συμφοραῖς ἐπεμβαίνοντες. σημειοῦ δέ, ὡς οὐκ εἶπεν· οἱ ὀφθαλμοί μου ἐπὶ τῇ ἀπωλείᾳ τῶν ὑπαρχόντων ἐτάκησανμικρὸν γὰρ ἐκείνων ἐποιεῖτο λόγον, ἀλλ' ἐπὶ τῇ τῶν τέκνων ἀθρόᾳ τελευτῇ· ἐπὶ γὰρ τούτοις ὡς συμπαθὴς περιήλγησεν. 17, 7 πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, καὶ πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων. ἠμαυρώθησαν, φησίν, οἱ ὀφθαλμοί μου, πρὸς μὲν ῥητὸν ὑπὸ τῶν κατὰ θείαν ὀργὴν ἐπενεχθέντων μοι κακῶν, πρὸς δὲ διάνοιαν ἡ ὀπτικὴ τῆς ψυχῆς δύναμις ἠμαυρώθη διὰ τῆς συνεχοῦς πρὸς τοὺς δαίμονας ἀντιστάσεως, ὑφ' ὧν καὶ πεπολιορκῆσθαι λέγει. 154 17, 8 θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτοις. ὥστε, φησίν, καὶ ἐκπλήττεσθαι τοὺς τῆς ἀληθείας ἐφιεμένους ἐπὶ τοῖς ἐμοὶ συμβεβηκόσιν. τοῦτο δὲ ἴσως καὶ τοὺς φίλους αἰνιττόμενος λέγει ὡς οὐ τῆς ἀληθείας μεταποιουμένους, ἀλλὰ θέλοντας ἁπλῶς θεῷ χαρίζεσθαι. 17, 89 δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη· σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος. ὡς μὲν περὶ ἑτέρου λέγει, περὶ ἑαυτοῦ δέ φησιν. ἐπειδὴ γὰρ προεῖπεν· μὴ ὑψώσῃς τοὺς ἀδίκους, τὸ δὲ ἐναντίον, φησίν, γένοιτο τὸν δίκαιον κατισχῦσαι τοῦ παρανόμου καὶ σχεῖν τὸν πιστὸν καὶ ἀληθινὸν τὴν ἑαυτοῦ ὁδόν, τουτέστιν· εὐοδοῦσθαι καὶ μὴ ἡττᾶσθαι τοῖς παρανόμοις, ἵνα ἐκ τοῦ κατ' ἐμὲ παραδείγματος οἱ καθαροὶ θάρσος ἀναλάβωσιν ὡς κατισχύοντες τῶν ὑπεναντίων. ταῦτα πάλιν ὁ ἅγιος Ἰὼβ ὑπὲρ πάντων εὔχεται· διόπερ οὐ περὶ ἑαυτοῦ, ἀλλὰ ἀορίστως περὶ παντὸς προσώπου τὴν εὐχὴν ἐποιήσατο. ὁμοῦ καὶ διδάσκει, ὡς οὐ κατισχύει ποτὲ τῆς ἀρετῆς ἡ κακία μέχρι τέλους. 17, 10 οὐ μὴν δέ, ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δή, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές. ἐνισχύσατε τοιγαροῦν ἀλλήλους, φησίν· κἂν γὰρ πάντες ὁμοφωνῆτε, διελέγξω ὑμᾶς μὴ ἀληθεύοντας. εἶτα πάλιν ἀπολογούμενος ὑπὲρ αὐτοῦ, ἐπειδὴ εἶπε· δέομαι 155 ταφῆς καὶ οὐ τυγχάνω, τὰς αἰτίας λέγει, δι' ἃς ποθεῖ τὸν θάνατον. 17, 11 αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. πολύς, φησίν, ἤδη μοι παρῴχηκε χρόνος καὶ πρὸς τὸ τέλος ἐλαύνω ἐν ἀηδίᾳ τὰς ἡμέρας μου τρίβων, καὶ παρείθησαν καὶ διελύθησάν μου τῆς ψυχῆς οἱ τόνοι. 17, 12 νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους. πρὸς μὲν ῥητόν· τὴν νύκτα, φησίν, ἅπασαν ἀγρυπνῶν ὡς ἐν ἡμέρᾳ διετέλεσα προσδοκῶν ἀεὶ τὸ φῶς μετὰ τὴν τῆς νυκτὸς διάλυσιν. τοῦτο δὲ φυσικῶς πάσχουσιν οἱ ἐν ταῖς νόσοις ἀγρυπνοῦντες εὐχόμενοι τὴν ἡμέραν ἰδεῖν. πρὸς δὲ διάνοιαν· οὐκ ἠμέλησα, φησίν, τοῦ χωρίζειν ἐμαυτὸν τοῦ σκότους καὶ τῷ νοητῷ προσεγγίζειν φωτί. 17, 1316 ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου