1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

36

περιβάλλομαι συμφοραῖς, καὶ ὅτι· ἔοικα τοῖς πρότερον μαστιχθεῖσι καὶ αὖθις καὶ πολλάκις εἰς ἑτέραν ἐξέτασιν καὶ βασάνους ἄλλας φερομένοις. 10, 17 ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ' ἐμὲ πειρατήρια. ὀργὴν τὴν τιμωρίαν φησὶ τὴν μεγάλως αὐτῷ ἐπενηνεγμένην, πειρατήρια δὲ τὰ ἐπιστρατευθέντα αὐτῷ κακά. δεήσεως δὲ ἔχεται ταῦτα καὶ θεοσεβοῦς ἱκεσίας σὺν ὀδυρμῷ τῷ προσήκοντι. 10, 1819 ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον, ὀφθαλμός με οὐκ εἶδεν καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διὰ τί δὲ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; ταῦτα ὁ Ἐκκλησιαστὴς ὕστερον εἶπε μακαρίζων τὸν ἀποθανόντα ὑπὲρ τὸν ζῶντα καὶ τὸν μὴ γενόμενον ὑπὲρ ἀμφοτέρους· τοιαύτῃ δὲ περιπέπτωκεν ὁ ἄνθρωπος ὀδυνηρᾷ ζωῇ διὰ τὸ μὴ μεῖναι παρὰ θεῷ μηδὲ φυλάξαι τὰ θεῖα προστάγματα. ὁ δὲ μακάριος Ἰὼβ ἐπόθει τὸν θάνατον οὐ μόνον διὰ τὰς ἀλγηδόνας, ἀλλ' ὅτι, ὡς ἔφημεν, ὀλιγοχρόνιος 109 ὢν καὶ τοῦ χρόνου παρατεινομένου ὑπώπτευεν ἐγκατάλειψιν ὑπομεμενηκέναι παρὰ θεοῦ. 10, 21 ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν πρὸ τοῦ με πορευθῆναι, ὅθεν οὐκ ἀναστρέψω. πάλιν τὸ ὀλιγοχρόνιον εἰς ἱκεσίαν προβάλλεται, καὶ οὐκ ἀγνοεῖ μὲν τὸ τῆς ἀναστάσεως μυστήριον, ὡς ἐν τοῖς ἐφεξῆς ἐπιδείξομεν. δόγμα δὲ διδάσκει κάλλιστον, ὅτι ὁ ἅπαξ ἐξελθὼν τοῦ βίου οὐκέτι εἰς τόνδε τὸν βίον ἐπαναστρέφει, ὡς μυθολογοῦσιν οἱ τὰς μετενσωματώσεις τερατευόμενοι. 10, 2122 εἰς γῆν σκοτεινὴν καὶ ζοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. δέδοικε μή, ἐὰν μετὰ τῶν βασάνων τελευτήσῃ καὶ τῶν ἐτασμῶν, ἐν τελείᾳ ἀπορριφῇ τοῦ προσώπου τοῦ θεοῦ γένηται καὶ μετὰ τῶν ἀσεβῶν ἐν τῷ ᾅδῃ καταλεχθῇ, οἵτινες τὸ αἰώνιον οἰκοῦσι σκότος κατὰ τὴν τοῦ σωτῆρος φωνὴν τὴν φήσασαν· δήσουσιν αὐτοῦ τοὺς πόδας καὶ χεῖρας καὶ ἐκβαλοῦσιν αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον. φωτὸς γὰρ ὄντος κατὰ φύσιν τοῦ θεοῦ οἱ ἔξω τοῦ προσώπου τοῦ θεοῦ βαλλόμενοι ἐν σκότει τυγχάνουσιν. αἰτεῖ τοιγαροῦν, μὴ ἐν προσκρούσει τοῦ θεοῦ καταληφθῆναι, ἀλλ' οἱονεὶ δειχθῆναι αὐτῷ διὰ τῆς τῶν βασάνων ἀνέσεως, ὅτι ἵλεω τὸν θεὸν ἐκτήσατο. οὔπω γὰρ διδαχθεὶς τὴν αἰτίαν τῶν πειρασμῶν ἐνδίκως ὁ δίκαιος ὀλιγωρεῖ καὶ ταράττεται. 110 ΚΕΦΑΛΑΙΟΝ ΟΓ∆ΟΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; ἢ καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι; Προθεωρία τοῦ κεφαλαίου ἀποτάδην τοῦ Ἰὼβ διαλεχθέντος σφοδρότερον ὁ Σωφὰρ διαμάχεται. καὶ πρῶτον μὲν ἐπὶ πολυλογίᾳ σκώπτει, εἶτα μέμφεται ὡς εἰρηκότα ὅτι· καθαρὸς καὶ ἄμωμός εἰμι, καὶ οὐ νενοηκώς, ἐκ ποίας διαθέσεως ἤθελε κρίνεσθαι πρὸς θεόν, εἴθε, φησίν, ἦν δυνατὸν δικαιολογήσασθαί σοι θεόν, ἵνα καὶ ἐκ τῆς σοφίας αὐτοῦ καὶ ἐκ τῆς δυνάμεως γνῷς, ὡς τὸ κατ' ἀξίαν σοι ἀπονέμων ἐτιμωρήσατό σε. εἶτα δείξας τοῦ θεοῦ τὴν δύναμιν καὶ τοῦ ἀνθρώπου τὸ εὐτελὲς παραινεῖ τῷ Ἰὼβ εἰς εὐχὴν τραπῆναι καὶ μετανοῆσαι ἐφ' οἷος πρότερον ἥμαρτεν· οὕτω γὰρ ἔσται αὐτῷ ἵλεω τὸν θεὸν καταστησόμενον τῶν τε παρόντων δεινῶν ἔξω γενέσθαι καὶ τὴν προτέραν εὐδαιμονίαν ἀπολαβεῖν. Αἱ λέξεισ 11, 2 ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; ἢ καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι; σαφέστερον ὁ Θεοδοτίων ἐκδέδωκεν εἰρηκώς· μὴ ὁ πολύλογος ἀν 111 _α_ν_τ_ί_ρ_ρ_η_τ_ο_ς_ _ἔ_σ_τ_α_ι_; ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἐν πλήθει λόγων ἡ τοῦ δικαίου κρίνεται φύσις οὐδέ, εἴ τις εὔστομος καὶ εὐεπής, ἤδη παρὰ τοῦτο δίκαιος· ἀλλ' ἔστι καὶ πρὸς τοὺς τοροὺς καὶ εὐτροχάλους λόγους ἀντίρρησις. 11, 2 εὐλογημένος γενητὸς γυναικὸς ὀλιγόβιος. ἢ κατὰ ἀντίφρασίν φησι τὸ εὐλογημένος ἀντὶ τοῦ· κατάρας ἐγγὺς καὶ περὶ ἁμαρτίας εἰλούμενος ὁ ἐκ γυναικὸς ὀλιγόβιος, ἵνα εἴπῃ ὅτι· ἄνθρωπος ὢν μὴ οἴου ἀναμάρτητος εἶναι. ἢ ὀλιγόβιον λέγει τὸν μὴ εἰς πολλὰ περιελκόμενον, ἵνα εἴπῃ ὅτι· σὺ πολλὰ φλυαρῶν οὐκ εὐλογημένος εἶ, ἀλλ' ἐπικατάρατος. 11, 3 μὴ πολὺς ἐν ῥήμασι γίνου. οὐ γὰρ ἔστιν ὁ ἀντικρινόμενός σοι. ἐπειδὴ θεὸν ᾔτησεν ὁ Ἰὼβ καταστῆναι αὐτῷ εἰς κρίσιν· μὴ μάτην, φησίν, φλυάρει· οὐ γὰρ ἕξεις θεὸν ἀντικρινόμενόν σοι. 11, 46 μὴ γὰρ λέγε,