1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

89

ποιήσεως καὶ τῆς συνέσεως καὶ τῆς γνώσεως, ᾥτινι πεποιθὼς ἐπὶ τὸ λέγειν προήχθη. σημειοῦ δὲ πάλιν, ὡς τὸ ἅγιον πνεῦμα αἴτιον εἶναι λέγει τῆς ἀνθρώπου ποιήσεως. εἰ γὰρ καὶ δι' οὗ τὰ πάντα † ὁ πατήρ, τὸ 280 αὐτὸ καὶ τοῦ υἱοῦ † ἀχώριστον αὐτοῦ τυγχάνον, ἐπειδὴ καὶ κατὰ φύσιν ἴδιόν ἐστι τοῦ μονογενοῦς. 33, 5 ἐὰν δὲ δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα, ὑπόμεινον. ὑπόμεινον τοιγαροῦν ἀκοῦσαι τὰ παρ' ἐμοῦ καί, εἰ ἔστι σοι λόγος ἀντιλογίας, ἀπόκριναι. 33, 56 στῆθι κατ' ἐμὲ καὶ ἐγὼ κατὰ σέ. ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα. μηδὲν οὖν εὐλαβηθῇς πρὸς τὸ ἀποκρίνασθαι, ἰσοπαλὴς γάρ ἐστιν ὁ ἀγών· τῆς γὰρ αὐτῆς ἄμφω τυγχάνομεν φύσεως τῆς ἐκ πηλοῦ καὶ γῆς καὶ οὐδὲν ἐχούσης ὑπέρογκον. ταῦτα δὲ λέγει ἐντρέπων αὐτὸν ὡς θελήσαντα πρὸς θεὸν δικάσασθαι. διὸ καὶ ἐπάγει· 33, 7 οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεία ἔσται ἐπὶ σοί. ἐπειδὴ ἔλεγεν ὁ Ἰώβ· καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω, ἰδού, φησίν, οὐδὲν φοβερὸν οὐδὲ δυνατὸν παρ' ἐμοὶ ὥσπερ παρὰ θεῷ, οὐδὲ ὑπὸ τοῦ φόβου μου περιστρέφῃ καὶ περιτρέπῃ τὴν διάνοιαν, οὐδέ, ἐὰν ἀντείπῃς, δύναμαί σοί τινα πληγὴν ἐπαγαγεῖν βαρύνων κατὰ σοῦ τὴν ἐμὴν χεῖρα. ἔφασκες γάρ, ὡς, εἰ μὴ ταῦτα ἐδεδοίκεις, διαγωνίζεσθαι πρὸς θεὸν ἤθελες. ταῦτα δὲ λέγει ὁ Ἐλιούς, ὡς ἤδη φθάσαντες εἴπαμεν, οὐ καθήκοντα τῆς ἐννοίας, ἐξ ἧς τοὺς λόγους προέφερεν ὁ Ἰώβ. 281 33, 8 πλὴν εἶπας ἐν ὠσί μου, φωνὴν ῥημάτων σου ἀκήκοα. ἐτόλμησας δὲ εἰπεῖν τοιαῦτα ῥήματα, ὧν αὐτήκοος γέγονα. 33, 911 διότι λέγεις· καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτος δέ εἰμι, οὐ γὰρ ἠνόμησα· μέμψιν δὲ κατ' ἐμοῦ εὗρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον. ἔθετο δὲ ἐν ξύλῳ μου τὸν πόδα, ἐφύλαξε δὲ τὰς ὁδούς μου πάσας. ἐθάρρησας δὲ εἰπεῖν· καθαρὸς μέν εἰμι καὶ ἄμεμπτος, ὁ δὲ θεὸς ὥσπερ τις ἐχθρὸς ἀκριβῶς ἀναζητήσας τὰ κατ' ἐμέ, εἴ τι ἄκων παρέβην, εἴ τι ἐν νεότητι ἥμαρτον, ἀνιχνεύσας εὗρεν κατ' ἐμοῦ μέμψιν, ὅπως με τιμωρήσηται. τὸ δὲ ἔθετο ἐν ξύλῳ τὸν πόδα μου ἢ τοῦτο λέγει, ὡς τοῦ Ἰὼβ εἰρηκότος ὅτι· ὥσπερ τῷ καλουμένῳ καλοποδίῳ διεμέτρησέ μου τὸν πόδα, ἵνα εἴπῃ ὅτι· καὶ μέτρα τῶν ἐμῶν ῥημάτων ἀκριβῶς ἐξηριθμήσατο· ἢ ὅτι συνέκλεισε πάσας τὰς πορείας ὥσπερ οἱ ἐν τετρυπημένῳ ξύλῳ τὸν πόδα δεσμοῦντες, τὸ ἀδιεξίτητον τῆς τιμωρίας αἰνιττόμενος. 33, 1213 πῶς γὰρ λέγεις· δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. λέγεις δέ· διὰ τί τῆς δικαιοσύνης μου οὐκ ἐπακήκοε πᾶν ῥῆμα; ἀλλὰ καὶ ἀπετόλμησας εἰπεῖν ὅτι· ἐγὼ μέν εἰμι δίκαιος καὶ δικαίαν ἐποιησάμην πρὸς θεὸν τὴν δέησιν, ὁ δὲ οὐ κατένευσεν οὐδὲ τῶν ἐμῶν ἐπήκουσε λόγων. καίτοιγε ἐχρῆν σε ἐννοεῖν, ὡς ὁ αἰώνιος καὶ ἄναρχος θεὸς ἄριστα τὰ κατὰ τὸν κόσμον ἡνιοχῶν οὐδὲν τοῦ δικαίου παρόψεται. 282 33, 14 ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος. καὶ πάντα, ἃ ὥρισε καὶ διετάξατο ὁ θεός, οὐχ ὡς ἄνθρωπος μεταμελόμενος ἢ ἐπιλογιζόμενός τι κρεῖττον ἐνομοθέτησεν, ἀλλὰ πάντα, ἃ διωρίσατο, ἄμεμπτα καὶ ἐπαινετά. τοῦτο γὰρ σημαίνει τὸ ἅπαξ λαλῆσαι ὁ κύριος ὡς τῶν μὲν ἀνθρώπων πολλάκις ἐφ' οἷς λέγουσιν ἢ πράττουσι μεταμελομένων, θεοῦ δὲ τοῦτο οὐχ ὑπομένοντος. 33, 1416 ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον, ὡς φάσμα ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ' ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης· τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων. ὁ μὲν οὖν, φησίν, κηδεμὼν τῶν ἡμετέρων θεὸς ὥρισε μέν τινα, ἃ κατὰ φύσιν φυλάττειν ὀφείλομεν οἷον τὸ ἀγαπᾶν θεὸν καὶ τὸν πλησίον ὡς ἑαυτόν· οὗτος γὰρ τῆς κατὰ φύσιν ἰσότητος νόμος. ἐὰν δὲ ἔν τινι παρατραπῶμεν, οἷα πατὴρ φιλόστοργος πολλάκις ἡμᾶς δι' ὀνειράτων παιδεύει καὶ φασμάτων νυκτερινῶν. ἐπειδὴ γὰρ τὸν φυσικὸν οὐκ ἐφυλάξαμεν νόμον, τὸν παιδευτικὸν ἐσθότε φόβον ἐπιφέρει δι' ἐνυπνίων, ὡς ἐν μελέτῃ, τουτέστιν· διαλέξει, ποιῶν τινα κατ' ὄναρ φάσματα καὶ ἐκδειματῶν τὴν ψυχήν, ὅταν ἐπὶ κοίτης ἀφυπνώσῃ· καὶ διὰ τούτων τῶν δειμάτων ἐπιστρέφων ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἀντὶ τοῦ· εἰς συναίσθησιν ἄγει τοῦ θεοῦ, ἵνα τῷ φόβῳ συνελαυνόμενοι πρὸς αὐτὸν ἐπιστρέφωμεν τὸν οἰκεῖον ἐπανορθοῦντες βίον. οὕτω γὰρ καὶ τὸν